Ancient Greek
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, κα′ περὶ τοῦ ‘τάχα᾿ · καὶ τοῦ ‘ἔξεστι᾿ · καὶ τοῦ ‘ἐνδέχεται᾿.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 195
Not analysed yet
πάλιν δὲ ἐνταῦθα οὐ φωνομαχοῦμεν, οὐδὲ εἰ φύσει ταῦτα δηλοῦσιν αἱ φωναί, ζητοῦμεν, ἀλλ’ ἀδιαφόρως αὐτάς, ὡς εἶπον, παραλαμβάνομεν. ὅτι μέντοι αὗται αἱ φωναὶ ἀφασίας εἰσὶ δηλωτικαί, πρόδηλον, οἶμαι. ὁ γοῦν λέγων ‘τάχα ἔστιν’ δυνάμει τίθησι καὶ τὸ μάχεσθαι δοκοῦν αὐτῷ, τὸ ‘τάχα μὴ εἶναι’. τῷ μὴ διαβεβαιοῦσθαι περὶ τοῦ εἶναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει.