Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, κδ′ περὶ τοῦ ‘πάντα ἐστὶν ἀόριστα᾿.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 198
Not analysed yet
Καὶ ἡ ἀοριστία δὲ πάθος διανοίας ἐστί, καθ’ ὃ οὔτε αἴρομέν τι οὔτε τίθεμεν τῶν δογματικῶς ζητουμένων, τουτέστι τῶν ἀδήλων. ὅταν οὖν λέγῃ ὁ σκεπτικὸς ‘πάντα ἐστὶν ἀόριστα᾿ τὸ μὲν ‘ἔστι’ λαμβάνει ἀντὶ τοῦ ‘φαίνεσθαι αὐτῷ, πάντα δὲ λέγει οὐ τὰ ὄντα ἀλλ’ ἅπερ διεξῆλθε τῶν παρὰ τοῖς δογματικοῖς ζητουμένων ἀδήλων, ἀόριστα δὲ μὴ προύχοντα τῶν ἀντικειμένων ἢ κοινῶς μαχομένων κατὰ πίστιν ἢ ἀπιστίαν.