Ancient Greek
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, κε′ περὶ τοῦ ‘πάντα ἐστὶν ἀκατάληπτα᾿.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 200
Not analysed yet
Οὕτω δὲ φερόμεθα καὶ ὅταν λέγωμεν ‘πάντα ἐστὶν ἀκατάληπτα·’ καὶ γὰρ τὸ ‘πάντα’ ὁμοίως ἐξηγούμεθα καὶ τὸ ἐμοὶ’ συνεκδεχόμεθα, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ‘πάντα ὅσα ἐφώδευσα τῶν δογματικῶς ζητουμένων ἀδήλων φαίνεταί μοι ἀκατάληπτα. τοῦτο δέ ἐστιν οὐ διαβεβαιουμένου περὶ τοῦ τὰ παρὰ τοῖς δογματικοῖς ζητούμενα φύσεως εἶναι τοιαύτης ὧς εἶναι ἀκατάληπτα, ἀλλὰ τὸ ἑαυτοῦ πάθος ἀπαγγέλλοντος, καθ’ ὅ, φησίν, ὑπολαμβάνω ὅτι ἄχρι νῦν οὐδὲν κατέλαβον ἐκείνων ἐγὼ διὰ τὴν τῶν ἀντικειμένων ἰσοσθένειαν· ὅθεν καὶ τὰ εἰς περιτροπὴν φερόμενα πάντα ἀπᾴδοντα εἶναι δοκεῖ μοι τῶν ὑφ’ ἡμῶν ἀπαγγελλομένων.