Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, κζ′ περὶ τοῦ παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 202
Not analysed yet
Ὅταν δὲ λέγωμεν ‘παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται’, παντὶ μὲν λέγομεν τῷ ὑφ’ ἡμῶν διεξωδευμένῳ, λόγον δέ φαμεν οὐχ ἁπλῶς ἀλλὰ τὸν κατασκευάζοντά τι δογματιet dicit κῶς, τουτέστι περὶ ἀδήλου, καὶ οὐ πάντως τὸν ἐκ γημμάτων καὶ ἐπιφορᾶς ἀλλὰ τὸν ὁπωσοῦν κατασκευάζοντα. ‘ἴσον δέ φαμεν κατὰ πίστιν ἢ ἀπιστίαν, τό τε ‘ἀντίκειται λαμβάνομεν ἀντὶ τοῦ ‘μάχεται’ κοινῶς, καὶ τὸ ‘ὡς ἐμοὶ φαίνεται’ συνεκδεχόμεθα.