Ancient Greek · ~3 min
203 to 205
Sextus Empiricus, Pyrrhoniae hypotyposes 203-205
Not analysed yet
ὅταν οὖν εἴπω ‘παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται’ δυνάμει τοῦτό φημι ‘παντὶ τῷ ὑπ’ ἐμοῦ ζητουμένῳ λόγῳ, ὃς κατασκευάζει τι δογματικῶς, ἕτερος λόγος κατασκευάζων τι δογματικῶς, ἴσος αὐτῷ κατὰ πίστιν καὶ ἀπιστίαν, ἀντικεῖσθαι φαίνεταί μοι,, ὡς εἶναι τὴν τοῦ λόγου προφορὰν οὐ δογματικὴν ἀλλ’ ἀνθρωπείου πάθους ἀπαγγελίαν, ὅ ἐστι φαινόμενον τῷ πάσχοντι. προφέρονται δέ τινες καὶ οὕτω τὴν φωνήν ‘παντὶ λόγῳ λόγον ἴσον ἀντικεὶσθαι’, ἀξιοῦντες παραγγελματικῶς τοῦτο ‘παντὶ λόγῳ δογματικῶς τι κατασκευάζοντι λόγον δογματικῶς ζητοῦντα, ἴσον ἴσον κατὰ πίστιν καὶ ἀπιστίαν, μαχόμενον αὐτῷ ἀντιτιθῶμεν᾿ ,ἴνα ὁ μὲν λόγος αὐτοῖς ᾖ πρὸς τὸν σκεπτικόν, χρῶνται δὲ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ, τῷ ‘ἀντικεὶσθαι’ ἀντὶ τοῦ ‘ἀντιτιθῶμεν’. παραγγέλλουσι δὲ τοῦτο τᾷ σκεπτικῷ, μή πως ὑπὸ τοῦ δογματικοῦ παρακρουσθεὶς ἀπείπῃ τὴν περὶ αὐτοῦ ζήτησιν, καὶ τῆς φαινομένης αὐτοῖς ἀταραξίας, ἣν νομίζουσι παρυφίστασθαι τῇ περὶ πάντων ἐποχῇ, καθὼς ἔμπροσθεν ὑπεμνήσαμεν (ξ 29), σφαλῇ προπετευσάμενος.