Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, κη′ παραπήγματα ὑπὲρ τῶν σκεπτικῶν φωνῶν.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 206
Not analysed yet
Περὶ τοσούτων ἀρκέσει τῶν φωνῶν ὧς ἐν ὑποτυπώσει διεξελθεῖν, ἄλλως τε καὶ ἐπεὶ ἐκ τῶν νῦν ἡμῖν εἰρημένων δυνατόν ἐστι λέγειν καὶ περὶ τῶν παραλελειμμένων. περὶ πασῶν γὰρ τῶν σκεπτικῶν φωνῶν ἐκεῖνο χρὴ προειληφέναι, ὅτι περὶ τοῦ ἀληθεῖς αὐτὰς εἶναι πάντως οὐ διαβεβαιούμεθα, ὅπου γε καὶ ὑφ’ ἑαυτῶν αὐτὰς ἀναιρεῖσθαι λέγομεν δύνασθαι, συμπεριγραφομένας ἐκείνοις περὶ ὧν λέγονται, καθάπερ τὰ καθαρτικὰ τῶν φαρμάκων οὐ μόνον τοὺς χυμοὺς ὑπεξαιρεῖ τοῦ σώματος, ἀλλὰ καὶ ἑαυτὰ τοῖς χυμοῖς συνεξάγει.