Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, λα′ τίνι διαφέρει τῆς Κυρηναϊκῆς ἡ σκέψις.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 215
Not analysed yet
Φασὶ δέ τινες ὅτι ἡ Κυρηναικὴ ἀγωγὴ ἡ αὐτή ἐστι τῇ σκέψει, κάκείνη τὰ πάθη μόνα φησὶ καταλαμβάνεσθαι. διαφέρει δὲ αὐτῆς, ἐπειδὴ ἐκείνη μὲν τὴν ἡδονὴν καὶ τὴν λείαν τῆς σαρκὸς κίνησιν τέλος εἶναι λέγει, ἡμεῖς δὲ τὴν ἀταραξίαν, ἡ ἐναντιοῦται τὸ κατ’ ἐκείνους τέλος· καὶ γὰρ παρούσης τῆς ἡδονῆς καὶ μὴ παρούσης ταραχὰς ὑπομένει ὁ διαβεβαιούμενος τέλος εἶναι τὴν ἡδονήν, ὡς ἐν τῷ περὶ τοῦ τέλους (Ξ 25 —30 ἐπελογισάμην. εἶτα ἡμεῖς μὲν ἐπέχομεν ὅσον ἐπὶ τῷ λόγῳ περὶ τῶν ἐκτὸς ὑποκειμένων, οἱ δὲ Κυρηναϊκοὶ ἀποφαίνονται φύσιν αὐτὰ ἔχειν ἀκατάληπτον.