Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, λβ′ τίνι διαφέρει τῆς Πρωταγορείου ἀγωγῆς ἡ σκέψις.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 216
Not analysed yet
Καὶ ὁ Πρωταγόρας (A 14 Diels) δὲ βούλεται πάντων χρημάτων εἶναι μέτρον τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὧς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὧς οὐκ ἔστιν, ‘μέτρον’ μὲν λέγων τὸ κριτήριον, ‘χρημάτων’ δὲ τῶν πραγμάτων, ὧς δυνάμει φάσκειν πάντων πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν. καὶ διὰ τοῦτο τίθησι τὰ φαινόμενα ἑκάστῳ μόνα, καὶ οὕτως εἰσάγει τὸ πρός τι.