Ancient Greek · ~2 min
Book 3, ιε′ περὶ φυσικῆς μεταβολῆς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.107
Not analysed yet
ὁ γὰρ ἐνεστὼς χρόνος ἴσως μὲν καὶ ἀνύπαρκτός ἐστιν, ἵνα δὲ τοῦτο νῦν ὑπερθώμεθα, ἀμερής ἐστιν· ἀδύνατον δέ ἐρτιν <ἐν> ἀμερεῖ χρόνῳ νομίζειν τὸν σίδηρον, εἰ τύχοι, τῆς σκληρότητος εἰς μαλακότητα μεταβάλλειν ἢ τῶν ἄλλων μεταβολῶν ἑκάστην γίνεσθαι· παρατάσεως γὰρ αὗται φαίνονται χρῄζειν. εἰ οὖν μήτε ἐν τῷ παρεληλυθότι χρόνῳ μεταβάλλει τι μήτε ἐν τῷ μέλλοντι <μήτε ἐν ἐνεστῶτι, οὐδὲ> μεταβάλλειν τι ῥητέον.