Ancient Greek · ~7 min
3.224 to 3.229
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.224-229
Not analysed yet
κρόμμυον δὲ οὐκ ἄν τις προσενέγκαιτο τῶν καθιερουμένων τῷ κατὰ Πηλούσιον Κασίῳ Διί, ὥσπερ οὐδὲ ἱερεὺς τῆς κατὰ Λιβύην Ἀφροδίτης σκόρδου γεύσαιτο ἄν. ἀπέχονται δὲ ἐν <οἷς> μὲν ἱεροῖς μίνθης, ἐν οἶς ἡδυόσμου, ἐν οἶς δὲ σελίνου. ἔνιοι δὲ θᾶττον ἂν τἀς κεφαλὰς φαγεῖν φασι τῶν πατέρων ἢ κυάμους. ἀλλὰ παρ’ ἑτέροις ταῦτα ἀδιάφορα. κυνείων τε γεύσασθαι δοκοῦμεν ἡμεῖς ἀνίερον εἶναι, Θρᾳκῶν δὲ ἔνιοι κυνοφαγεῖν ἱστοροῦνται. ἴσως δὲ καὶ παρ’ Ἕλλησι τοῦτο ἦν σύνηθες· διόπερ καὶ Διοκλῆς ἀπὸ τῶν κατὰ τοὺς Ἀσκληπιάδας ὁρμώμενος τισὶ τῶν πασχόντων σκυλάκεια δίδοσθαι κελεύει κρέα. τινὲς δὲ καὶ ἀνθρώπων σάρκας, ὧς ἔφην, ἀδιαφόρως ἐσθίουσιν, ὅπερ ἀνίερον παρ’ ἡμῖν εἶναι νενόμι- ’σται. καίτοι εἴγε ἦν φύσει τὰ τῆς θρησκείας καὶ τῶν ἀθέσμων, παρὰ πᾶσιν ἂν ὁμοίως ἐνομίζετο. Παραπλήσια δὲ ἔστι λέγειν καὶ περὶ τῆς εἰς τοὺς κατοιχομένους ὁσιότητος. οἱ μὲν γὰρ ὁλοκλήρως περιστεί- λαντες τοὺς ἀποθανόντας γῇ καλύπτουσιν, ἀσεβὲς εἶναι νομίζοντες ἡλίῳ δεικνύειν αὐτούς· Αἰγύπτιοι δὲ τὰ ἔντερα ἐξελόντες ταριχεύουσιν αὐτοὺς καὶ σὺν ἑαυτοῖς ὑπὲρ γῆς ἔχουσιν. Αἰθιόπων δὲ οἱ ἰχθυοφάγοι εἰς τἀς λίμνας ἐμβάλλουσιν αὐτούς, ὑπὸ τῶν ἰχθύων βρωθησομένους· Υρκανοὶ δὲ κυσὶν αὐτοὺς ἐκτίθενται βοράν, Ἰνδῶν δὲ ἔνιοι γυψίν. Τρωγλοδύτας δέ φασιν ἐπί τινα γεώλοφον ἄγειν τὸν ἀποθανόντα, εἶτα δεσμεύσαντας αὐτοῦ τὴν κε- φαλὴν πρὸς τοὺς πόδας λίθοις βάλλειν μετὰ γέλωτος, εἷθ’ ὅταν χώσωσιν αὐτὸν τοῖς βαλλομένοις ἀπαλλάσσεσθαι. τινὲς δὲ βάρβαροι τοὺς μὲν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας θύσαντες ἐσθίουσιν, τοὺς δὲ ἐν νεότητι ἀποθανόντας γῇ κρύπτουσιν. ἔνιοι δὲ καίουσι τοὺς τετελευτηκότας· ὣν οἱ μὲν ἀναλαβόντες αὐτῶν τὰ ὀστέα κηδεύουσιν, οἱ δὲ ἀφροντίστως κατ’ καταλείπουσιν ἐρριμμένα. Πέρσας δέ φασιν ἀνασκολοπίζειν τοὺς ἀποθανόντας καὶ νίτρῳ ταριχεύειν, εἶθ’ οὕτω τελαμῶσι συνειλεῖν. ἄλλοι δὲ ὅσον πένθος ἐπὶ τοῖς τελευτήσασιν ὑπομένουσιν ὁρῶμεν. τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται;