Ancient Greek · ~2 min
Book 3, κδ′ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 3.230
Not analysed yet
ὁ δὲ Ἡράκλειτός (cf. B 88 Diels) φησιν, ὅτι καὶ τὸ ζῆν καὶ τὸ ἀποθανεῖν καὶ ἐν τῷ ζῆν ἡμᾶς ἐστι καὶ ἐν τῷ τεθνάναι· ὅτε μὲν γὰρ ἡμεῖς ζῶμεν, τὰς ψυχὰς ἡμῶν τεθνάναι καὶ ἐν ἡμῖν τεθάφθαι, ὅτε δὲ ἡμεῖς ἀποθνῂσκοθεν, τὰς ψυχὰς ἀναβιοῦν καὶ ζῆν. ἔνιοι δὲ καὶ βέλτιον εἶναι τὸ ἀποθανεῖν τοῦ ζῆν ἡμᾶς ὑπολαμβάνουσιν. ὁ γοῦν Εὐριπίδης φησὶν (fr. 449 Nauck) ἐχρῆν γὰρ ἡμᾶς σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν, εἰς ὅσ’ ἔρχεται κακά, τὸν δ’ αὖ θανόντα καὶ κακῶν πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. ἀπὸ δὲ τῆς αὐτῆς ὑπολήψεως καὶ ταῦτα εἴρηται·