Ancient Greek
31 to 32
Sextus Empiricus, Pyrrhoniae hypotyposes 31-32
Not analysed yet
Επεὶ δὲ τὴν ἀταραξίαν ἀκολουθεῖν ἐφάσκομεν τῇ περὶ πάντων ἐποχῇ, ἀκόλουθον ἂν εἴη λέγειν ὅπως ἡμῖν ἡ ἐποχὴ περιγίνεται. γίνεται τοίνυν αὕτη, ὧς ἂν ὁλοσχερέστερον εἴποι τις, διὰ τῆς ἀντιθέσεως τῶν πραγμάτων. ἀντιτίθεμεν δὲ ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλάξ, οἷον φαινόμενα μὲν φαινομένοις, ὅταν λέγωμεν ‘ὁ αὐτὸς πύργος πόρρωθεν μὲν φαίνεται στρογγύλος, ἐγγύθεν δὲ τειράγωνος’, νοούμενα δὲ νοουμένοις, ὅταν πρὸς τὸν κατασκευάζοντα ὅτι ἔστι πρόνοια ἐκ τῆς τάξεως τῶν οὐρανίων, ἀντιτιθῶμεν τὸ τοὺς μὲν ἀγαθοὺς δυσ- πραγεῖν πολλάκις τοὺς δὲ κακοὺς εὐπραγεῖν, καὶ διὰ τούτου συνάγωμεν τὸ μὴ εἶναι πρόνοιαν·