Ancient Greek · ~2 min
ΠΨΠΩΝΕΙΩΝ ΨΠΟΤΨΠΩΣΕΩΝ, ιγ′ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς ἐποχῆς.
Sextus Empiricus, Pyrrhoniae hypotyposes 33
Not analysed yet
νοούμενα δὲ φαινομένοις, ὡς ὁ Ἀναξαγόρας (A 97 Diels) τῷ <κατασκευάζοντι> λευκὴν εἶναι τὴν χιόνα ὅτι ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός, τὸ δὲ ὕδωρ ἐστὶ μέλαν, καὶ ἡ χιὼν ἄρα μέλαινά ἐστιν. καθ’ ἑτέραν δὲ ἐπίνοιαν ἀντιτίθεμεν ὁτὲ μὲν παρόντα παροῦσιν, ὧς τὰ προειρημένα· ὁτὲ δὲ παρόντα παρεληλυθόσιν ἢ μέλλουσιν, οἷον ὅταν τις ἡμᾶς ἐρωτήσῃ λόγον ὃν λῦσαι οὐ δυνάμεθα, φαμὲν πρὸς αὐτὸν ὅτι,