Ancient Greek
34 to 35
Sextus Empiricus, Pyrrhoniae hypotyposes 34-35
Not analysed yet
ὥσπερ πρὸ τοῦ γεμέσιαο τὸν εἰσηγησάμενον τὴν αἳρεσιν ἣν μετέρχῃ, οὐδέπω ὁ κατ’ αὐτὴν λόγος ὑγιὴς ὢν ἐφαίνετο, ὑπέκειτο μέντοι ὧς πρὸς τὴν φύσιν, οὕτως ἐνδέχεται καὶ τὸν ἀντικείμενον τῷ ὑπὸ σοῦ ἐρωτηθέντι νῦν λόγῳ ὑποκεῖσθαι μὲν ὧς πρὸς τὴν φύσιν, μηδέπω δ’ ἡμῖν φαίνεσθαι, ὥστε οὐδέπω χρὴ συγκατατίθεσθαι ἡμᾶς τῷ δοκοῦντι νῦν ἰσχυρῷ εἶναι λόγῳ. ὑπὲρ δὲ τοῦ τὰς ἀντιθέσεις ταύτας ἀκριβέστερον ἡμῖν ὑποπεσεῖν, καὶ τοὺς τρόπους ὑποθήσομαι δι’ ὧν ἡ ἐποχὴ συνάγεται, οὔτε περὶ τοῦ πλήθους οὔτε περὶ τῆς δυνάμεως αὐτῶν διαβεβαιούμενος· ἐνδέχεται γὰρ αὐτοὺς καὶ σαθροὺς εἶναι καὶ πλείους τῶν λεχθησομένων.