Ancient Greek
Dfhg-Source dfhg3_SILENUS_CALACTINUS
SILENUS CALACTINUS, Fragmenta 5
Not analysed yet
Φησὶ δὲ ὁ Πολύβιος (34,9,5) κρήνην ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις εἶναι, βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ, πότιμον δὲ εἶναι· ἣν ταῖς παλιρροίαις τῆς θαλάσσης ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν, κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην. Deinde postquam apposuit quomodo Polybius explicare hanc rem studuerit (v. Posidonii fr. 95), pergit: Ἀρτεμίδωρος δὲ ἀντειπὼν τούτῳ, καὶ ἄμα παρ ̓ αὑτοῦ τινα θεὶς αἰτίαν, μνησθεὶς δὲ καὶ τῆς Σιλανοῦ δόξης τοῦ συγγραφέως, οὔ μοι δοκεῖ μνήμης ἄξια εἰπεῖν, ὡς ἂν ἰδιώτης περὶ ταῦτα, καὶ αὐτὸς καὶ Σιλανός.