Ancient Greek
6 to 9
SILENUS CALACTINUS, Fragmenta 6-9
Not analysed yet
Φησὶ δὲ Σειληνὸς ἐν τῇ πρώτῃ τῶν Ἱστοριῶν, ἐπὶ ἄρχοντος Δυσ* μύλον (vgo Διμύλου) λίθον ἐξ οὐρανοῦ πεσεῖν· τὸν δὲ Ἀναξαγόραν εἰπεῖν, ὡς ὅλος ὁ οὐρανὸς ἐκ λίθων συγκέοιτο· τῇ σφοδρᾷ δὲ περιδινήσει συνεστάναι, καὶ ἀνεθέντ(??) κατενεχθήσεσθαι. Παλικὴ, πόλις Σικελίας. Θεόφιλος δ ̓ ἐν ἑνδεκάτῳ Περιηγήσεως Σικελίας Παλικίνην κρήνην φησὶν εἶναι. Πλησίον δὲ αὐτῆς ἱερὸν Παλικῶν, οἵ εἰσι δαίμονές τινες, οὓς Αἰσχύλος ἐν Αἰτνείαις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, Σειληνὸς δὲ ἐν δευτέρῳ, Αἴτνης τῆς Ὠκεανοῦ διὰ Ἡφαίστου, κληθῆναι δευτέρῳ, Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι. Σειληνὸς δ ̓ ὁ Καλλατιανὸς (scr. Καλακτῖνος) ἐν τρίτῳ Σικελικῶν περὶ Συρακούσας φησὶ κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον, ὅν καλεῖσθαι Μῦθον, ἐν ᾧ χρηματίζειν Ἱέρωνα τὸν βασιλέα. Σαρδόνιος γέλως . . . Σειληνὸς δὲ ἐν δ ̓ τῶν Περὶ Συρακόσσας (Συρακούσας Suidas), λάχανον εἶναι παρὰ Σαρδωνείοις ἡδὺ, σελίνῳ ἐμφερές· οὗ τοὺς γευσαμένους τὰς τε σιαγόνας καὶ τὰς σάρκας αὑτῶν ἀποδάκνειν.