Ancient Greek
29.1
Simias, Fragmenta 29.1
Unproofread scanNot analysed yet
Κλεῖνις. (Schol. marginale: Ἱστορεῖ Βοῦς β' καὶ Σιμμίας ὁ Ῥόδιος Ἀπόλλωνι). Τῆς λεγομένης Μεσοποταμίας περὶ Βαβυλῶνα πόλιν ὤχησεν ἀνὴρ θεοφιλὴς καὶ πλούσιος ὄνομα Κλεῖνις, ἔχων πολλοὺς βοῦς καὶ ὄνους καὶ πρόβατα. Τοῦτον ἐκτόπως ἐφίλησαν Ἀπόλλων καὶ Ἄρτεμις, καὶ πλειστάκις ὁμοῦ τοῖς θεοῖς τούτοις ἀφίεστο πρὸς τὸν ναὸν τοῦ Ἀπόλλωνος τὸν ἐν Ὑπερβορέοις καὶ εἶδεν ἱερουργουμένας αὐτῷ τὰς θυσίας τῶν ὄνων. Παραγενόμενος δὲ εἰς Βαβυλῶνα καὶ αὐτὸς ἐβούλετο καθάπερ ἐν Ὑπερβορέοις ἱερῦειν τῷ θεῷ. Καὶ τὴν ἑκατόμβην τῶν ὄνων ἔστησε παρὰ τὸν βωμόν. Ἀπόλλων δὲ παραγενόμενος ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο τῆς θυσίας ταύτης, καὶ κατὰ τὸ σύνηθες αἴγας αὐτῷ καὶ πρόβατα καὶ βοῦς ἱερῦσαι· τὴν γὰρ τῶν ὄνων θυσίαν ἐν Ὑπερβορέοις ἀγομένην αὐτῷ καθ' ἡδονὴν εἶναι. Καὶ ὁ Κλεῖνις δεῖσας τὴν ἀπειλὴν ἀπῆγεν ἀπὸ τοῦ βωμοῦ τοὺς ὄνους. Καὶ τὸν λόγον ὃν ἤκουσεν ἐξέφερε πρὸς τοὺς παῖδας —ἦσαν δὲ αὐτῷ παῖδες ἐκ μητρὸς Ἄρπης Λύκιος καὶ Ὀρτύμιος καὶ Ἄρπασος καὶ θυγάτηρ Ἀρτεμίχη. Λύκιος μὲν οὖν καὶ Ἄρπασος ἀκούσαντες ἐκέλευον ἱερῦειν τοὺς ὄνους καὶ τέρπεσθαι τῇ ἑορτῇ. Ὀρτύμιος δὲ καὶ Ἀρτεμίχη πειθεσθαι τῷ Ἀπόλλωνι προσέτασσον. Κάπει τοῦτοις ὁ Κλεῖνις ἐπείθετο μᾶλλον, Ἄρπασός τε καὶ Λύκιος κατὰ βίαν ἐκλύσαντες τῶν δεσμῶν τοὺς ὄνους ἀπήλαυνον παρὰ τὸν βωμόν. Καὶ ὁ θεὸς ἐνέβαλε τοῖς ὄνοις λύσσαν· οἱ δὲ τοὺς τε παῖδας καὶ τοὺς θήραπας αὐτῶν καὶ τὸν Κλεῖνιν κατήσθιον· οἱ δὲ ἀπολλύμενοι τοὺς θεοὺς ἐπεβόωντο. Καὶ Ἄρπην μὲν καὶ