Ancient Greek
30.1
Simias, Fragmenta 30.1
Unproofread scanNot analysed yet
2 "Ἀρπασον ὤκτειρε Ποσειδῶν καὶ ἐποίησεν αὐτοὺς ὄρνιθας τῷ αὐτῷ λεγομένους ὀνόματι. Λητῷ δὲ καὶ Ἀρτεμις ἔγνωσαν ἀνασῶσαι τὸν Κλεῖνιν καὶ τὴν Ἀρτεμίσχαν καὶ τὸν Ὀρτύγιον, ὅτι οὐκ αἴτιοι τῶν ἀσεβημάτων ἦσαν. Ἀπόλλων δὲ Λητοῖ καὶ Ἀρτέμιδι δίδωσι τὴν χάριν, καὶ πρόσθεν ἢ ἀποθανεῖν μεταβαλὼν ἐποίησεν πάντας ὄρνιθας. Καὶ ἐγένετο Κλεῖνις μὲν ὑπαίετος —οὕτως ἐστὶ δεύτερος ὀρνίθων μετὰ τὸν αἰετόν, διαγνῶναι δὲ οὐ χαλεπός· ὁ μὲν γὰρ ἐστὶ νεφροφόρος ἐρεμνὸς μέγας τε καὶ ἄλκιμος, ὁ δὲ ὑπαίετος μελάντερος καὶ ἐλάσσων ἐκείνου —,Λύκιος δὲ μεταβαλὼν ἐγένετο κόραξ τὸ χρῶμα λευκός —αὐτὶς δὲ βουλῇ Ἀπόλλωνος ἐγένετο κυάνεος, ὅτι πρῶτος ἤγγειλε Κορωνίδα τὴν Φλεγύου θυγατέρα γαμηθεῖσαν Ἄλκωνεῖ —,Ἀρτεμίσχη δ' ἐγένετο πίφυξ, θεοῖς τε καὶ ἀνθρώποις προσφιλὴς ὄρνις, Ὀρτύγιος δὲ αἰγίθαλλος, ὅτι τὸν πατέρα Κλεῖνιν ἀνέπειθεν αἴγας ἀντὶ τῶν ὄνων ἱερεῦειν Ἀπόλλωνι.