Ancient Greek
Chapter 2
Simplicius, In Aristotelis Categorias Commentarium 2.1
Not analysed yet
p. 1a16 Τῶν λεγομένων τὰ μὲ κατὰ συμπλοκὴν λέγεται ἕως τοῦ τρεχει, νικᾳ. Μετὰ τὴν τῶν όμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων διδασκαλίαν τὴν εἰς τὰς κατηγορίας εἰσβολὴν διὰ τῆς οἰκείας τῇ πραγματείᾳ ποιεῖται. ἐπειδὴ γὰρ περὶ τῶν άπλῶν ἦν λέξεων ό σκοπὸς καθὸ σημαντικαί εἰσιν, διαίρεσιν ποιεῖται τῶν λεγομένων εἴς τε τὰ κατὰ συμπλοκὴν λεγόμενα, περὶ ὦν οὐ πρόκειται νῦν εἰπεῖν, ἀλλ' ὲν τῷ περὶ τῶν προτάσεων λόγῳ, καὶ εἰς τὰ ἄνευ συμπλοκῆς, καὶ ταῦτα λοιπὸν εἰς τὰς κατηγορίας διαιρεῖται. καὶ ὅτι τοῦτον ἔχει τὸν σκοπὸν ή διαίρεσις, αὺτὸς ἐδήλωσεν Αριστοτέλης ὀλίγον προελθὼν ἐν οἶς φησιν “τῶν κατὰ μηδεμίαν συμπλοκὴν ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἤ ποσὸν ἢ ποιὸν ἢ πρός τι”. ἀνελλιπῆς δὲ ἡ διαίρεσις πάντα περιλαβοῦσα τὰ λεγόμενα καὶ τὰ ὄντα. ὼνόμασεν δὲ πρότερα τὰ κατὰ συμπλοκήν, ὅτι προτέροις ἐντυγχάνομεν τοῖς αἰσθητοῖς, ἅπερ ἐστὶν σύνθετα, ὕστερον δὲ ταῖς τούτων ἀρχαῖς, αἳπερ εἰσὶν άπλούστεραι, ἤ ὅτι διὰ τῆς ἀποφάσεως τῶν κατὰ συμπλοκὴν ἔμελλεν τὰ άπλᾶ δηλοῦν, οὐκ ἄν δὲ γνωσθείη καλῶς ἀπόφασις μὴ πρότερον ἐκείνου γνωσθέντος, οὖπέρ ἐστιν ἀπόφασις. καὶ ἐκεῖνο δὲ ἀληθὲς εἰπεῖν, ὅτι ὅταν διελόντες τι τὸ μὲv πρότερον τμῆμα τῆς διαιρέσεως καταλείπωμεν, τὸ δὲ ἕτερον ἐπιδιαιρῶμεν, πρότερον μὲν τάττομεν τὰ ὑπερτιθέμενον, ὕστερον δὲ τὸ διαιρούμενον· τὸ μὲν διαιρούμενον <ὕτερον>, ἵνα μὴ ἀναλαμβάνειν αὐτὰ δεηθῶμεν ἅπερ ὑπερεθέμεθα, μεθα, πάλιν δὲ ταῦτα πρότερον τὰ ὑπερτιθέμενα, ἵνα κατὰ σειρὰν ἡ διαίρεσις ἡμῖν προΐῃ, εἰ δὲ καὶ οἱ παλαιοὶ κυρίως μὲν λεγόμενα τὰ διὰ λόγου σημαινόμενα ἔλεγον, καταχρηστικῶς δὲ καὶ τὰ δι᾿ ἁπλῆς λέξεως, ὁ δὲ λόγος κατὰ συμπλοκὴν λέξεων προφέρεται, εἰκότως τὰ δεγόμενα διαιρῶν τῶν κυρίως λεγομένων πρῶτον ἐμνήσθη. Ἰστέον δὲ ὅτι λεγόμενά ἐστι καὶ τὰ πράγματα περὶ ὧν ὁ λόγος καὶ τὰ νοήματα τὰ περὶ τῶν πραγμάτων· διὸ δὴ ὅταν οἰώμεθα μὴ νενοηκότα λέγειν τὸν λέγοντα, λέγομεν ῾οὐδὲν λέγεις᾿, κἂν προφέρῃ τινὰ λόγον ἤ λέξιν· κατὰ τρίτον δὲ σημαινόμενον καὶ αὐτὴ ἡ λέξις ἡ σημαντικὴ καὶ ὁ λόγος λεγόμενόν ἐστιν· λέγει γὰρ τις τὴν λέξιν καὶ τὸν λόγον· καὶ κατὰ τέταρτον καὶ ἡ ἄσημος λεξις, οἶον τὸ βλίτυρι, καθόσον ὅλως προφέρεται, τῶν λεγομένων ἐστίν. ἀλλ᾿ ὅ γε Βόηθος ἐπὶ μὲν τῶν ἀσυμπλόκων τετραχῶς, <ὡς> εἴρηται. τὸ λεγόμενον ἀκούειν ἀξιοῖ, ἐπὶ δὲ τῶν κατὰ συμπλοκὴν τριχῶς μόνον· οὐ γὰρ εἶναι τὰ συμπεπλεγμένα πράγματα, οἶον τὸ ῾ἡμέρα ἐστίν᾿ λεγόμενον, οὐχ ὅτι οὐδὲν σημαίνει ὁ λόγος, ἀλλ᾿ ὅτι οὐκ ἔστιν τοῦ πράγματος ὄνομα, ὥσπερ τὸ ἡμέρα. ἀλλ᾿ οὐκ ἔστι μὲν τοῦ πράγματος, περὶ δὲ τοῦ πράγματος, τοσαυταχῶς οὖν διαιρεθέντος τοῦ λεγομένου καὶ τοῦ λέγεσθαι, ζητεῖν ἄξιον, τί τούτων τῶν σημαινομένων εἰς τὴν διαίρεσιν παραλαμβάνει. ὁ μὲν γὰρ θεῖος Ἰάμβλιχος τὸν Ἀλέξανδρόν φησι τὰ λεγόμενα τὰ σημαινόμενα ὑποθέσθαι πράγματα τὰ ἁπλούστατα καὶ γενικώτατα· ἐγώ δὲ εὑρίσκω τὸν Ἀλέξανδρον εἰπόντα αὐταῖς λέξεσιν ὅτι “νῦν οὐ τὰ σημαινόμενα λεγόμενα λέγει, ἀλλὰ τὰ σημαίνοντα καὶ προφερόμενα”. πῶς γὰρ ἂν καὶ ἔλεγεν περὶ πραγμάτων νῦν, ὅτε προελθὼν “τῶν δὲ κατὰ μηδεμίαν, φησί, συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σμαίνει ἢ ποσόν”, οὐ γὰρ τὰ πράγματα σημαίνει οὐσίαν καὶ ποσόν, ἀλλ᾿ ἔστιν οὐσία καὶ ποσόν, αἱ δὲ περὶ τῶν πραγμάτων λέξεις εἰσὶν αἱ σημαίνουσαι. ὁ δὲ Βόηθος μόνα λεγόμενα καὶ σημαινόμενα τὰς νοήσεις εἶναί φησι παρὰ τοῖς ἀρχαίοις· οὐ γὰρ εἶναι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν, ἀλλ᾿ ἐν διανοίαις καὶ ταῖς τοῦ νοῦ διεξόδοις, ώς καὶ αὐτὸς 'Αριστοτέλης ἐν τῷ τρίτῳ τῆς Περὶ ψυχῆς λέγει· ἀλλὰ καὶ ή διάνοια διὰ τοῦ λόγου σημαίνεται. οἰκειότερον οὖν λεγόμενα τὰς λέξεις λέγειν τὰς σημαντικὰς σημαντικαί, διότι καὶ αἱ κατηγορίαι οὔτε τὰ πράγματα ἦσαν, ώς ἐδείκνυτο, οὔτε τὰ νοήματα οὔτε αί λέξεις άπλῶς καθόσον φωναί, ἀλλ' αἱ λέξεις αί σημαντικὰι τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων καθ' ἕκαστον γένος διακεκριμέναι, τὰς κατηγορίας παρείχοντο· καὶ τὰ λεγόμενα νῦν κατὰ τἀς λέξεις τὰς σημαντικὰς ἀκουστέον. Ὦν αί μὲν κατὰ συμπλοκὴν λέγονται, αί δὲ . ανευ συμπλοκῆς. πλεοναχῶς δὲ οὖν καὶ ή συμπλοκὴ λέγεται. συμπλέκεσθαι γάρ φασιν ἢ διὰ συνδέσμου ἢ κατὰ |τὴν τῶν πραγμάτων συγγένειαν· καὶ διὰ συνδέσμου ἤ άπλῶς, ὅταν λέγωμεν 'εἰ ήμέρα ἐστίν, φῶς ἐστιν', ἢ διὰ συμμπλεκτικοῦ συνδέσμου, ώς ὅταν εἴπωμεν καὶ ήμέρα ἐστὶν καὶ φῶς ἐστιν'· κατὰ συγγένειαν δὲ ή συμπλοκή, ὅταν τὰ συμβεβηκότα κατὰ τῶν οὐσιῶν λέγηται, ἐπειδὴ φύσιν ἔχει ἐν αὐταῖς ύπάρχειν, εἴτε ώς ποιὰ συμβέβηκεν εἴτε ώς πῶς ἔχοντα, ὥσπερ τὸ δεξιὸν καὶ τὸ ύποδεδέσθαι. καὶ γὰρ οὐσία μέν ἐστιν τὸ καθ' αὑτὸ μόνον ύπάρχον, συμβεβηκὸς δὲ τὸ ὲν ἄλλῳ γινόμενον· ἡ οὖν τοῦ συμβεβηκότος πρὸς τὴν οὐσίαν συμπλοκὴ τόν τε ύποκείμενον ὅρον όρίζει ἐν τῇ προτάσει καὶ τὸ συμβεβηκὸς ὅπως ἔχει πρὸς αὐτὸν συημαίνει. ἐπειδὴ γὰρ ἦν μὲν καὶ καθ' αὑτὸ λαβεῖν τὸ συμβεβηκός, ἦν δὲ καὶ τῷ ύποκειμένῳ συντιθέναι, ἀμφοτέρως αἱ κατηγορίαι γίνονται. ὅταν μὲν γὰρ λέγω τὸ λευκὸν εἶναι, καθ' αὐτὸ περιλαμβάνω τὸ λευκόν· ὅταν δὲ λέγω ὅτι τόδε λευκόν ἐστιν, οὐδὲν ἕτερον λέγω ἤ ὅτι τόδε λευκότητα ἔχει· τὸ οὖν εἶναι καὶ τὸ ἔχειν συνδέσμων ἔχει δυνάμεις· ἀλλὰ καὶ ὅταν τὰ γένη κατὰ τῶν ὑποκειμένων κατηγορῆται, τοῖς γενικοῖς διόπερ συντιθέμενα διὰ τοῦ εἶναι ἢ τοῦ ἒχειν ώς διὰ συνδέσμων τούτων συμπλέκεται. τρίτη δέ τίς ἐστιν συμπλοκὴ κοινῶς πᾶσα τῶν λόγου στοιχείων σύνθεσις, όποία ποτ' ἄν ᾖ αὐτή, ἐάν τε ὀνόματα οἶον ‘ζῷον λογικὸν θνητόν' τε ῥήματα οἶον περιπατεῖ καὶ ἐάν τε ἐλλιπῆ ὥσπερ τὸ 'Σωκράτους προϊόντος’ τὸ ποῖ Stj καὶ πόθεν', ἐάν τι τὴν πρώτην τοῦ ῥήματος πρὸς Τι ὄνομα σύζευξιν ποιώμεθα ώς τὸ Σωκρώτης περιπατεῖ. ὅπερ γὰρ ἐπὶ τῶν γενῶν τοῦ ὄντος εἶπεν ὁ Πλάτων, ὅτι τὰ μὲν κοινωνεῖν ἐθέλει πρὸς ἄλληλα, τὰ δὲ οὐδαμῶς συμμίγνυται, τοῦτο καὶ ἐπὶ τῶν τοῦ λόγου μορίων ἀληθὲς εἰπεῖν τῶν σημαντικῶν, ὅτι συμπλέκεται μὲν τὰ τῶν συνηρμοσμένων πραγμάτων δηλωτικά, οὐ συμπλέκεται δὲ τὰ σημαντικὰ τῶν κεχωρισμένων. ἐπειδὴ δὲ καὶ τῆς κοινωνίας τῶν ὄντων ή μὲν ἦν σύμφυτος, ή δὲ ἐπίκτητος, καὶ συμπλοκῆς διττὰ ἔσται εἴδη τὰ ἀνωτάτω, τό τε τῶν συμβεβηκότων ώς ἐνυπαρχόντων καὶ τῶν διὰ δυνδέσμου συνταττομένων ώς ἔξωθεν τὸ ἓν ἐχόντων. τὸ δὲ ώς συμβεβηκὸς συνταττόμενον, ἤ ῥῆμα ὄν, ὡς τὸ τρέχει, νικᾷ, ἤ μετὰ ῥήματος κατηγορούμενον, ώς τὸ ἄνθρωπός ἐστιν' καὶ γὰρ καὶ τὸ τρέχει εἰς τὸ τρέχων ἐστίν' ἂναλύεται)· πανταχοῦ οὖν ῥήματος ενόντος καὶ χρόνος προσδηλοῦται, οὐ συσσημαίνων ὅτι ἄμφω ἐν ἑνὶ χρόνῳ οὐδὲ ὅτι πρότερον τὸ ἕτερον, ἀλλὰ τὴν τοῦ συμβεβηκότος μόνην πρός τε τὸ ύποκείμενον καὶ τὸν χρόνον σχέσιν παρίστησιν· τοῦτο δὲ ἐπειδὴ κατὰ χρόνον παραγίνεται καὶ ἀπογίνεται τὰ κυρίως συμβεβηκότα, ὡς ώς εἴγε ἦν ἀχώριστα ρπὸς τὴν καὶ καὶ ύπάρχοντα, οὐκ ἄν χρόνος προσεσημαίνεο· κἄν γὰρ λέγωμεν ὅτι ό νοῦς νοεῖ, τὸ χρονικὸν ήμεῖς προστίθεμεν. τὰ δὲ κατὰ συμπλοκὴν λεγόμενα καὶ τὰ ανευ συμπλοκῆς ἀνευρήσομεν τῇ φύσει τῶν πραγμάτων ἀκολουθοῦντες καὶ τῇ τῶν νοημάτων διαφορᾷ. ὅταν μὲν γὰρ ἓν ᾖ τὸ πρᾶγμα καὶ τὸ νόημα ἕν, άπλοῦν ἔσται τὸ λεγόμενον καὶ ἄνευ συμπλοκῆς, κἄν πλείονες αἱ λέξεις δοκῶσιν, ὡς ἐπὶ Νεάπολις ἤ ἀγαθοδαίμων· ἓν γὰρ τὸ σημαινόμενον. ὅταν δὲ καὶ τὰ πράγματα πλείω καὶ τὰ νοήματα, κἄν μία ἡ λέξις ᾖ, μετὰ συμπλοκῆς εἶναι φήσομεν αὐτά, ώς τὸ ζῶ, προσεννοεῖται γὰρ τὸ ἐγώ, καὶ τὸ ὕει, δηλοῦται γὰρ ὅτι ό Ζεύς. Ἀρχύτας μέντοι τοῦ τῶν κατηγοριῶν ἀρχόμενος βιβλίου ἤτοι τῶν καθόλου λόγων περὶ λόγου διδάσκει πρῶτον καὶ τοῦτον ἐν διανοίᾳ καὶ λέξει περιέλαβεν, καὶ τὴν μὲν σημαίνουσαν εἶπεν εἶναι λέξιν, τὴv δὲ σημαινομένην διάνοιαν, τά τε ἁπλᾶ καὶ σύνθετα καὶ τὰ τέλεια καὶ ἐλλιπῆ διωρίσατο, καὶ ἀγ' ὦν δεῖ τά κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς δοκιμάζειν ἐδίδαξεν. |p. 1a20 Τῶν ὄντων τὰ μὲν καθ' ὐποκειμένου τινὸς λέγεται ἕως τοῦ ή γὰρ τὶς γραμματικὴ τῶν ἐν ύποκειμένῳ ἐστίν. Τισὶν ἔδοξεν τοῦτο τοῖς προειρημένοις μὴ ἀκολουθεῖν, διὸ καὶ ύπομνηματικὸν ἔσοξεν τὸ σύγγραμμα. τὸ δὲ οὐχ οὓτως ἔχει, οὕτως ἔχει, ἀλλ' ἐπειδὴ περὶ τῶν ἁπλῶν καὶ γενικῶν λέξεων ἦν ό σκοπὸς ὦρ τὰ άπλᾶ καὶ πραγματα σημαινουσῶν, πρὸ τοῦ τὴν εἰς τὰ πλεῖστα διαίρεσιν αὐτῶν ποιήσασθαι, φημὶ δὴ τὴν εἰς δέκα, ὦν οὐκ ἦν πλείονα εύρεῖν, τὴν εἰς τὰ ἐλάχιστα προλαβεῖν ἐδοκίμασεν, ὦν οὐκ ἦν εἰς ἐλάττονα συστεῖλαι· καὶ γὰρ ἐπιστημονικὸν ἦν τοῦτο καὶ ή δεκὰς ἐν τῇ τετράδι περιέχεται· τὰ γὰρ ἓν δύο τρία τέσσαρα συνθέντες τὸν δέκα ποιοπῦμεν· καὶ τὴν τετράδα πάλιν εἰς δυάδα συνεῖλεν. τὰ δὲ τέσσαρα ταῦτά ἐστιν οὐσία, συμβεβηκός, καὶ καθόλου καὶ τὸ κατὰ μέρος. τὰ γὰρ ἄντα διαιρεῖται διχῶς, εἴς τε τὰ καθ' ἑαυτὰ εἶναι δυνάμενα καὶ μηδενὸς ἑτέρου δεόμενα καὶ οὐσία καλοῦνται διὰ τὸ ἐξαρκεῖν ἑαυοῖς πρὸς τὸ εἶναι, καὶ εἰς τὰ ἑτέροις ὑφεστῶτα. ,ἅπερ καὶ συμβεβηκότα λέγεται διὰ τὸ ἐν ἑτέροις συμβεβηκέναι, καὶ ἔχομεν εἰς δύο τῶν δέκα κατηγοριῶν τὴν διαίρεσιν· αἱ γὰρ ἐννέα συναιροῦνται ὲν τῷ συμβεβηκότι καὶ ἡ οὐσία πρώτη τῶν καὶ τούτων δὲ ἑκάτερον ἤ εἰς πλείονα τὰ ὑφ’ ἑαυτὸ δίδωσιν ἓν μόνον, καὶ διὰ τοῦτο ἄλλη γίνεται συζυγία καὶ αὐτὴ γενικὴ τοῦ καθόλου καὶ τοῦ κατὰ μέρος. ὦν συμπλεκομένων ἀλλήλοις ἓξ μὲν αἱ πᾶσαι γίνονται συμπλοκαί, δυεῖν δὲ ἐν αὐταῖς ἀσυστάτων οὐσῶν τῶν τὰ ἀντιφάσκοντα συναγουσῶν, τῆς τε ἐν ὑποκειμένῳ καὶ οὐκ ἐν ὑποκειμένῳ, καὶ ὑποκειμένου καὶ οὐ καθ' ὑποκειμένου, τὰς λοιπὰς τέσσαρας ἐκτίθεται· ἢ γὰρ καθόλου οὐδία ἐστὶν ἤ συμβεβηκὸς μερικὸν ἢ συμβεβηκὸς ἤ μερικὴ οὐσία. Ἀλλ᾿ ἐπειδὴ ό Ἀρισοτέλης δι' ὀνομάτων ἀσυνηθεστέρων ἐδήλωσεν, δεῖ ταῦτα μεταλαβεῖν εἰς τὰ ὑπὸ τοῦ φιλοσόφου τὸ μὲν οὖν συμβεβηκὸς ἐν ύποκειμένῳ ἐκάλεσεν, διότι μὴ ὄν αὐτοκρατὲς ἑτέρου δεῖται πρὸς τὸ ἐν αὐτῷ εἶναι, τὴν δὲ οὐσίαν κατὰ τὴν τοῦ ἀπόφασιν· έπειδὴ γὰρ ἀληθὲς εἰπεῖν ὅτι τὰ ὄντα ἢ αὐτοκρατῆ ἐστιν ἤ ἐν έτέροις ύποκειμένοις τοῖς αὐτοκρατέσιν ἔχει τὸ εἶναι, ταὐτὸν δὲ εἰπεῖν, ἤ οὐσία εἰσὶν ἤ συμβεβηκότα, ὅσα μή εἰσιν συμβεβηκότα, πάντως οὐσίαι εἰσίν, καὶ ὅσα παρὰ τὰ ἐν ὑποκειμένῳ, οὐκ ἐν ὑποκαιμένῳ ἐστίν. πάλιν δὲ ἐπεὶ τὰ μὲν καθόλου ἐστίν, τὰ δὲ μερικά, καὶ οὐδὲν τῶν ὄντων ἐκφεύγει τὴν διαίρεσιν, καθόλου δέ ἐστιν τὰ πλεικόνων κατηγορούμενα συνωνύμως, ὅπερ καθ' ὑποκειμένου καλεὶ (τὸ γὰρ κατηγορούμενον οὐσιωδῶς ύποκειμένου κατηγορεῖται), μερικὸν δὲ τὸ μὴ τοιοῦτον, εἰκότως τῇ ἀποφάσει τοῦ καθ' ύποκειμένου τὸ μερικὸν ἐσήμανεν. καίτοι ἐν ἄλλοις ἀντὶ τοῦ συμβεβηκότος χρῆται τῷ καθ' ύποκειμένου. Ἀλλ’ ἐπειδὴ τεσσάρων ὄντων τῶν συμπλεκομένων ἓξ ἐλέγομεν συμπλοκὰς γίνεσθαι, τὴν κοινὴν ἰστέον μέθοδον, καθ' ἣν δυνατὸν εὑρίσκειν ὁσωνοῦν ὅρων δοθέντων πόσαι γίνονται αἱ σύνδυο αὐτῶν δὴ τὸν τῶν ἐκτεθέντων ὅρων ἀριθμὸν ἐπὶ τὸν μονάδι ἐλάττονα πολλαπλασιάζειν καὶ τοῦ γενομένου τὸ ἣμισυ λαβόντα τοσαύτας λέγειν εἶναι τὰς συμπλοκάς. καὶ ή αἰτία τῆς μεθόδου δήλη· ἐπειδὴ γὰρ ἓκαστον πρὸς τὰ λοιπὰ πάντα σχέσιν ἔχει, καί εἰσιν αί σχέσεις μονάδι ἐλάττονες τῶν ὅρων, ἅτε μεταξὺ τῶν ὃρων οὖσαι, διὰ τοῦτο τὸν τῶν ἐκτεθέντων ὅρων ὰριθμὸν ἐπὶ τὸν μονάδι ἐλάττον πολλαπλασιάζομεν· ἵνα δὲ μὴ δὶς αὐτὰς σχέσεις λαμβάνωμεν, τήν τε τῆς οὐσίας τυχὸν πρὸς τὸ συμβεβηκὸς καὶ τὴν τοῦ |συμβεβηκότος πρὸς τὴν οὐσίαν, τὸ ἥμισυ τῶν γενομένων λαμβάνομεν. Τί δήποτε δὲ μὴ κατὰ τὸ σύνηθες ἐχρήσατο τοῖς σημαινομένοις ό Ἀριστοτέλης, καθόλου οὐσίαν λέγων καὶ μερικὸν συμβεβηκὸς καὶ τὰ ἤ ὅτι δι' ἐμφαντικωτέρων ὀνομάτων ὑπογραφὴν ἑκάστου γὰρ ἐν ὑποκειμένῳ εἶναι τὴν οὐσίαν τοῦ συμβεβηκότος παρίστησιν, τὸ καθ' ὑποκειμένου τὴν τοῦ καθόλου. καὶ εἰκότως δι' ὑπογραφῆς δεδήλωκεν· οὐ γὰρ ἦν γένη τῶν γενικωτάτων ἀποδοῦναι, ὥστε οὐδὲ ὁρισμούς. οἰκείως δὲ τῷ μὲν συμβεβηκότι τὸ ἐν ὑποκειμένῳ εἶναι ἀποδέδωκεν τῇ οὐσίᾳ τὸ μὴ μὴ ἐν ύποκειμένῳ, τῷ δὲ καθόλου οὐκέτι τὸ εἶναι καθ' ὑποκειμένου, ἀλλὰ τὸ λέγεσθαι· λέγεται γὰρ κατὰ τοῦ ὑποκιμένου, ἐστὶν ἐν ὑποστάσει εἴτε μὴ ἔστιν. καίτοι κἄν ἀλλαχοῦ ώς μὴ ὂντων καθόλου διαλέγηται, ἐν τούτοις ὡς ὄντα διαιρεῖται· τῶν γὰρ ὄντων φησίν. οὐκ ἔστιν δὲ διαίρεσις ἡ εἰς τὰ τέσσαρα κυρίως, ἀλλ' ἀπαρίθμησις μᾶλλον, ὡς εἴ τις δεικνύων πλείονας ἀνθρώπους λέγοι ‘τούτων οἱ μέν οἱ δὲ Αργεῖοι'. p. 1a24 Ἐν ὑποκειμένῳ δὲ λέγω ἕως τοῦ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου λέγεται. Αὐτὸς θεὶς τὸ ὄνομα τοῦ ἐν ὑποκειμένῳ εἰκότως τὸ λέγω καὶ γένος μὲν τοῦ ἐν ύποκειμένῳ τὸ ἔν τινι παρέλαβεν, τὰ τὰ δὲ ἐφεξῆς διαφορὰς τῶν ἔν τινι τῶν λοιπῶν χωριζούσας. πολλαζῶς γὰρ λέγεται τὸ ἔν τινι καὶ τό γε ἐλάχιστον ἑνδεκαχῶς· ἢ γὰρ ώς ἐν τόπῳ ώς τὸ ἢ ὡς ἐν ἀγγείῳ ὡς οἶνος τῷ ἀμφορεῖ, ἢ ὡς ἐν χρόνῳ ὡς τῇ Ὀλυμπιάδι τὰ Πελοποννησιακά, ἢ ὡς μέρος ἐν ὅλῳ ὡς ἐν τῷ ὅλῳ σώματι, ἢ ὡς ὅλον ἐν τοῖς μέρεσιν, ἢ ὡς ἐν τῷ τὸ 10 τὸ εἶδος οἷον ἐν τῷ ζῴῳ ὁ ἄνθρωπος (περιέχεται γὰρ ἐν ὡς ἐν τῷ εἴδει τὸ γένος (μετέχει γὰρ τὸ εἶδος τοῦ γένους, οἷον ἄνθρωπος τοῦ ζᾠου), ἢ ὡς ἐν τἐλει ὡς ἐν τῷ οἰκείῳ ἀγαθῷ πάντα, ἢ ὡς ἐν ὕλῃ τὸ εἶδος ὡς ἐν τῷ χαλκῷ ἡ τοῦ ἀνδριάντος μορφή, ἢ ὡς ἐν τῷ κινοῦντι, ἢ ὡς ἐν τῷ ἄρχοντι τὰ τῶν ἀρχομένων. ποῖον οὖν τοῦ τινι σημαινόμενον ἐφαφμόζει τῷ ἐν ὑποκειμένῳ; ὡς μὲν οὖν ὁ θεῖος Ἰάμβλιχος δοκεῖ λέγειν, τὸ ὡς ἐν ὕγῃ οἰκεῖόν ἐστιν τῷ ἐν ὑποκειμένῳ. δὲ τοῦτο τῷ Ἀριστοτέλει κατακολουθεῖν δοκῶν· αὐτὸς γὰρ ἐν τῷ τῆς Φυσικῆς ἀκροάσεως δηλῶν τὰ τοῦ ἔν τινι σημαινόμενα τὸ ὡς καὶ τὸ ὡς ἐν ὑποκειμένῳ συνῆψεν εἰς ἓν εἰπὼν “ἔτι ὡς ἡ ὑγεία ἐν καὶ ψυχροῖς καὶ ὅλως τὸ εἶδος ἐν τῷ ὕλῃ”, κατὰ κοινήν, ὡς μίαν τὴν μορφωτικὴν τοῦ ὑποβεβλημένου φύσιν, ὡς ἓν αὐτὴν ἔστιν τὸ ἐν ὑποκειμένῳ δωδέκατον τοῦ ἔν τινι σημαινόμενον· διαφορά ἐστιν τοῦ ὡς ἐν ὑποκειμένῳ πρὸς τὸ ὡς ἐν ὕλῃ· τὸ μὲν ὑποκειμένῳ. ἐν οὐσίᾳ ἐστὶν καὶ ὡς ἐν οὐσίᾳ συνθέτῳ· σύνθετος δὲ καὶ εἴδους ἥ γε φυσικὴ οὐσία· τὸ δὲ ἐν ὕλῃ εἶδος ὡς ἐν ἀνειδέῳ καὶ οὐσίας. καὶ τὸ μὲν ἐν ὑποκειμένῳ τὸ εἶναι παρὰ τοῦ ὑποκειμένου τὸ δὲ εἶδος δίδωσιν τῇ ὕλῃ τὸ εἶναι· καὶ τὸ μὲν ἐν ὑποκειμένῳ οὐ τὴν τοῦ συνθέτου οὐσίαν, ὡς δηλοῖ ὁ ὁρισμὸς αὐτοῦ, τὸ δὲ ἐν συμπληροῖ. ἔτι δὲ λέγω ὅτι τὸ μὲν ἐν ὑποκειμένῳ συμβεβηκός ὑπὸ μίαν τινὰ τῶν ἐννέα κατηγοριῶν τελεῖ, τὸ δὲ εἶδος ὑπὸ τὴν ἀνάγεται καὶ τὸ ὑποκείμενον. Ἀριστοτέλης δὲ ἐνταῦθα τὸ αἰσθητὸν λαβὼν καὶ τὸ τὶ οὐκ ἂν ἐν ὑποκειμένῳ τὸ ἐν τῇ ὕλῃ λέγοι. τὸ γὰρ καὶ τόδε οὐδὲ προσήκειν ὅλως τῇ ὕλῃ νομίζει· κἂν λέγῃ τὰρ καὶ τὴν οὐσίαν ἐν τῇ Φυσικῇ ἀκροάσει, ἀλλ᾿ οὐ τὴν κυρίως οὖσαν ἐκένην ἐν δὲ τούτοις τὴν πρώτην καὶ σύνθετον καὶ ύποκειμένην καλεῖ. καὶ αὺτὸς δὲ ὁ Ἰάμβλιχος προελθὼν ἐπέστησεν ὅτι ὅτι ἄλλο τὸ ὡς ἐν ὕλῃ καὶ ἄλλο τὸ ώς ἐν ὑποικειμένῳ. ἐστέον δὲ ὅτι ἐν τῷ τετάρτῳ τῆς τὸ ἔν τινι εἰς ὀκτὼ διεῖλεν ὁ Ἀριστοτέλης, τοῦ μὲν ἐν χρόνῳ μηδὲ μνησθεὶς ὅλως, ἴσως μὲν διὰ τὸ μήπω τι περὶ τοῦ χρόνου εἰπεῖν, τὸ δὲ ἐν ὑποκειμένῳ συνάψας τῷ ἐν ὕλῃ· καὶ τὸ ἀγγεῖον δὲ καὶ τὸν τόπον συνῆψεν διὰ τὸ μήπω τότε τὴν διαφορὰν εἰρηκέναι. ἐπειδὴ οὖν τὰ ἔν τινι τὰ ἄλλα τὰ μὲν ὡς μέρη ἐστὶν ἐκείνου τοῦ ἐν ᾦ ἐστιν, ὡς τὸ κυρίως μέρος ὅλου καὶ τὸ εἶδος τοῦ γένους (ἢ γὰρ μέρος καὶ τοῦτο ἢ ὡς μέρος· δὲ καὶ τὸ ώς μέρος ὁ Ἀριστοτέλης ἐπὶ τοῦ ἐν ὑποκειμένῳ, ἀλλ᾿ μέρος μόνον· καὶ τὸ γένος δὲ τὸ κατατεταγμένον τοῦ εἴδους συμπληροῖ τὴν οὐσίαν αὐτοῦ ώς ἐκ γένους καὶ διαφορῶν συγκειμένου καὶ γίνεται τὸ γένος μέρος τοῦ εἴδους καθάπερ τὸ εἶδος μετὰ τῆς ὕλης μέρος γίνεται τοῦ συνθέτου), τὰ δὲ μέρη μὲν οὐκ ἔστιν, χωρίζεται δὲ τῶν ἐν οἶς ἐστιν, ώς τὰ ἐν τόπῳ καὶ ἐν ἀγγείῳ καὶ ἐν χρόνῳ καὶ τὰ ἐν τέλει (ἀποπίπτοντα γὰρ τοῦ ἐν ᾦ εἰσιν ἀγαθοῦ ἔχει ἐν ᾦ ὑποσταίη, ἔστι δ᾿ ὅμως τὸ κινούμενον χωρισθὲν τοῦ κινοῦντος καὶ τὰ ἀρχόμενα τοῦ ἄρχοντος ὑποσταῖεν σταῖεν ἄν χωρὶς τοῦ κινοῦντος καὶ τοῦ ἄρχοντος), διὰ τοῦτο τῶν μὲν προτέρων ἐχώρισεν εἰπὼν τῶν μὴ ὡς μέρος ὄντων, τῶν δὲ δευτέρων διὰ τοῦ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾦ ἐστιν. ἀλλ᾿ ἐρεῖ τις ἴσως, ὅλον ἐν τοῖς μέρεσιν ὂν οὐκ ἔστιν ώς μέρος οὐδὲ χωρίζεται τῶν καὶ εἴη ἂν ἐν ὑποκειμένῳ. ἢ ἔν τινι εἰπών, ἀλλ᾿ αὐτὸ κατὰ τοῦτο τοῦ ὅλου· τὸ γὰρ ὅλον τὸ ἐν τοῖς μέρεστιν οὐκ ἐν τινί, ἀλλ᾿ ἐν τισίν Ἀποροῦσι δὲ οἱ περὶ τὸν Λούκιον καὶ τοῦτο πρὸς τὸ μὴ ὡς μέρος λέγεσθαι τὸ ἐν ὑποκειμένῳ. “εἰ γὰρ τὰ συμπληρωτικὰ τῆς οὐσίας, φασί, μέρη αὐτῆς εἶναι λέγομεν, συμπληροῖ δὲ ἁπλῶς μὲν τοῦ σώματος τοῦ αἰσθητοῦ τὸ εἶναι χρῶμα σχῆμα μέγεθος καὶ ἁπλῶς ποιό|της καὶ ποσότης (ἄχρουν γὰρ καὶ ἀσχημάτιστον οὐκ ἂν εἴη σῶμα), τοῖδε τοῦ σώματος οἷον χιόνος λευκότης καὶ ψυχρότης, ἀνάγκη δυοῖν θάτερον, ἢ μὴ λέγειν ταῦτα ἐν ὑποκειμένῳ ἢ μὴ καλῶς ἀποφάσκεσθαι τῶν ἐν ὑποκειμένῳ τὸ μὴ ὠς μέρη εἶναι. πῶς δὲ καὶ ἐν ὑποκειμένῳ ὅλως τὰ συμπληρωτικὰ δυνατὸν λέγεσθαι; οὐ γὰρ ἡ Σωκράτους μορφὴ ἐν ὑποκειμένῳ ἐστὶν τῷ Σωκράτει, ἀλλ᾿ εἴπερ ἄρα, τὰ τοῖς ἤδη τελείοις ἔξωθεν ἐπεισιόντα, ταῦτα ἂν εἴη ἐν ὑποκειμένοις αὐτοῖς”, ταύτην δὴ τὴν ἀπορίαν λύων ὁ Πορφύριος “διττόν, φησίν, ἐστὶ τὸ ὑποκείμενον, οὐ μόνον κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς, ἀλλὰ καὶ κατὰ τοὺς πρεσβυτέρους· ἥ τε γὰρ ἄποιος ἥλη, |ν δυνάμει καλεῖ ὁ Ἀριστοτέλης, πρῶτόν ἐστιν τοῦ ὑποκειμένου σημαινόμενον, καὶ δεύτερον, ὃ κοινῶς ποιὸν ἢ ἰδίως ὑφίσταται· ὑποοκείμενον γὰρ καὶ ὁ χαλκός ἐστιν καὶ ὁ Σωκράτης τοῖς ἐπιγινομένοις ἢ κατηρογουμένοις κατ᾿ αὐτῶν. πολλὰ οὖν, φησίν, τῶν ἐγγινομένων ὡε μὲν πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκει μένῳ ἐστίν, οἷον πᾶν χρῶμα καὶ πᾶν σχῆμα καὶ πᾶσα ποιότης ἐν ὑποκειμένῃ ἐστὶν τῇ πρώτῃ ὕλῃ, οὐχ ὡς μέρη αὐτῆς ὄντα καὶ ἀδύνατα χωρὶς αὐτῆς εἶναι· ἐπὶ δὲ τοῦ δευτέρου ὑποκειμένου οὐ πᾶν χρῶμα οὐδὲ πᾶσα ποιότης ἐν ὑποκειμένῳ, ἀλλ᾿ ἐρίου ἐν ὑποκειμένῳ, ἐπὶ δὲ τῆς οὐσίας. τὸ γοῦν λευκὸν ἐπὶ μὲν τοῦ ἐρίου ἐν ὑποκειμένῳ, ἐπὶ δὲ τῆς χιόνος οὐκ ἐν ἔστιν κατὰ τὴν οὐσίαν. ὁμοίως δὲ καὶ ἡ θερμότης τῆς μὲν τοῦ πυρὸς οὐσίας μέρος ἐστίν, ἐν ὑποκειμένῳ δὲ γίνεται τῷ σιδήρῳ, ἐπειδὴ καὶ γίνεται καὶ ἀπογίνεται ἐν τῷ σιδήρῳ ἄνευ τῆς τοῦ σιδήρου φθορᾶς. ὁ τοίνυν Ἀριστοτέλης τὸ δεύτερον ῥησίαν, ὅπερ μήτε ἐν ὑποκειμένῳ εἶναί φησιν μήτε καθ᾿ ὑποκειμένου τινὸς λέγεσθαι, εἰκότως πᾶν τὸ μὴ οὐσιωδῶς ἐπ᾿ αὐτοῦ λεγόμενον, ἀλλὰ κατὰ τὸ συμβεβηκέναι, ἐν ὑποκειμένῳ τοῦτο εἶναί φησιν, ὥσπερ τὴν θερμότητα ἐν τῷ σιδήρῳ· τὰ δὲ συμπληρωτικὰ ὡς τὴν τοῦ πυρὸς θερμότητα τοῦ μ[εν πυρὸς μέρος ἂν εἴποι, ἐν ὑποκειμένῳ δὲ τῇ ἀποίῳ ὕλῃ”. πρὸς δὲ ταύτην οἶμαι τὴν λύσιν εἰπεῖν εὔλογον, ὅτι εἰ τὸ ἐν ὑποκειμένῳ τοῦτο μόνον ἐστὶν τὸ γινόμενον καὶ ἀπογινόμενον, οὐκέτι ἐν δύο τούτοις τῷ τε ἐν ὑποκειμένῳ καὶ οὐκ ἐν ὑποκειμένῳ περιεόληφεν πάσας τὰς κατηγορίας· εἰ γὰρ τὸ οὐκ ἐν ὑποκειμένῳ τὴν οὐσία δηλοῖ, τὸ δὲ ἐν ὑποκειμένῳ μὴ πᾶσαν ποιότητα, ἀλλὰ τὴν ἐπείσακτον μόνην, οὐ πάντα ἂν εἴη τὰ γένη παρειλημμένα. ἢ χρὴ λέγειν ὅτι αἱ μὴ ἐπείσακτοι ποτότητες, ἀλλὰ συμπληρωτικαὶ τῆς οὐσίας, μέρη τῆς οὐσίας οὖσαι, καὶ αὐταὶ οὐσίαι εἰσὶν καὶ τῇ οὐσίᾳ συμπεριλαμβάνονται· τὰ γ]ρ μέρη τῆς οὐσίας οὐσίαι κατὰ τὸν Ἀριστοτέλη. καὶ ἴσως διὰ τοῦτο τὴν οὐσίαν οὐκ εἶπεν ὑποκείμενον, ἀλλ᾿ οὐκ ἐν ἑποκειμένῳ, ἴνα καὶ τὰς τοιαύτας περιλάβῃ ποιότητας. Ἀποροῦσι δέ τινες καὶ περὶ τῆς εὐωδίας τοῦ μήλου καὶ τῶν ἐξατμιζομένων μένων θυμιαμέταν. ἡ γὰρ εὐωδία συμβεβηκὸς οὖσα μεταβαίνει ὅμως ἐκ τοῦ μήλου καὶ τῶν θυμιαμάτων εἴς τε τὸν ἀέρα κακὶ τὰ ἱμάτια, καὶ ἡ τοῦ μέλιτος γλυκύτης εἰς ὅλον τὸ μελίκρατον, καὶ σκορόδου καὶ ῥαφανίδος ἀλλοιωθέντων ἤδη ἐν τῇ γαστρὶ ἡ δυσωδία δήλη γίνεται τοῖς ὁμιλοῦσιν. ἀλλ᾿ ἐπιστῆσαι χρή, ὅτι οὐκ εἶπαν Ἀριστοτέλης ἀδύνατον αὐτὸ χωρισθῆναι τοῦ ἐν ᾧ ἦν, ἀλλὰ τοῦ ἐν ᾧ ἔστιν. κἂν γὰρ τὸ πρότερον ὑποκείμενον ἀπολείπῃ, συνεχοῦς ὄντος τοῦ παντὸς ἢ κατὰ ἁφὴν ἢ κατὰ ἕνωσιν δύναται ἐφ᾿ ἐτέροις μεταβαίνειν, μὴ ὄντος μεταξὺ κενοῦ. καὶ πῶς ποιότης ἐκτὸς οὐσίας μεταβήσεται; ἔσται γὰρ οὕτως χωριστὴ τὴν φύσιν, κἂν ἐν ἄλλῃ γίνεται μεταβαίνουσα, μήποτε οὖν ἄμεινον λέγειν ὅτι πᾶσα μὲν εὐωδία καὶ πᾶν τοιοῦτον συμβεβηκὸς μετὰ τῆς οἰκείας οὐσίας ἐστὶν καὶ οὐδέποτε ταύτης ἀποσπᾶται, ἡ δὲ οὐσία ποτὲ μὲν ἐξαπλοῦται μανουμένη καὶ ταῖς ἄλλαις οὐσίαις ἐγκατασπείρεται, ποτὲ δὲ μεταβάλλει εἰς ἑαυτὴν τὰ συνεχῆ καὶ πεφυκότα πάσχειν, ὅπερ ἐπὶτοῦ πυρὸς ἐναργῶς ὁρᾶται· οὐ γὰρ ὁ ἐξ ἀρχῆς σπινθήρ ἐστιν ὁ πᾶσαν τὴν ὕλην ἐπινεμόμενος, ἀλλὰ τὸ ἐξ ἐκείνου κατ᾿ ὀλίγον πολλαπλασιασθὲν πῦρ. μήποτε δὲ ἐκ τῶν προειρημένων δῆλον ὅτι ἡ εὐωδία τοῦ μήλου καὶ τῶν θυμιαμάτων συμπληρωτικαὶ τοῦ εἴδους οὖσαι οὐδὲ ἐν ὑποκειμένῳ ἂν λέγοιντο τῷ συμπληρουμένῳ. ὅτι δὲ καὶ οὐσία τις συνδιαφορεῖται ταῖς τοιαύταις εὐωδίαις, δηλοῖ ῥυτιδούμενον τὸ μῆλον καὶ δαπανώμενα τὰ θυμιάματα. Ἀλλὰ πῶς, φασίν, οὐχί καὶ αἱ ἄτομοι οὐσίαι, οἷον Σωκράτης καὶ Πλάτων, τῷ λόγῳ τῶν ἐν ὑποκειμένῳ ὑπαχθήσονται καὶ ἔσονται συμβεβηκότα, εἴπερ καὶ ἔν τινί ἐστιν ὁ Σωκράτης (ἐν τόπῳ γὰρ καὶ χρόνῳ) καὶ οὐχ μεταστῇ τοῦ τόπου, πάντως ἐν ἄλλῳ ἔσται, ὡς ἐπὶ τῆς εὐωδίας ἐλέγετο. ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ τόπου λύειν ό Βόηθος ἔδοξεν εἰπὼν τὰ κινούμενα μὴ εἶναι ὅλως ἐν ᾦ ἦν τόπῳ· τοῦτο γὰρ ἐν τοῖς περὶ κινήσεως δεδεῖχθαι. τῷ δὲ αὐτῷ λόγῳ οὐδὲ ἐν χρόνῳ εἴη ἄν μερικῷ· ῥέοντος γὰρ συνεχῶς τοῦ χρόνου, ἄλλος ἀεὶ καὶ ἄλλος ἐστίν, ὥστε, εἴπερ ἄρα, ἐν τῷ καθόλου χρόνῳ ἐστίν. ἀλλὰ καὶ τοῦτο λύων ό Βόηθος πρῶτον μὲν οὐδὲ εἶναι τὸ καθόλου ἐν ὑποστάσει κατὰ τὸν Ἀριστοτέλη φησίν, εἰ δὲ καὶ εἶναι· ό δὲ Ἀριστοτέλης ἔν τινι εἶπεν· ὥστε οὐ δύναται |τὸ ἐν τινὶ ὄν ἐν τῷ καθόλου εἶναι. ῥᾳδίως δὲ ἄν αἱ τοιαῦται ἀπορίαι διαλύοιντο, εἰ τὸ ἐν τῷ ὑπάρχον συντάξομεν· τὸ γὰρ συμβεβηκὸς ἐνυπάρχει τῷ οὔτε δὲ τὰ ἐν τόπῳ οὔτε τὰ ἐν χρόνῳ ἐνυπάρχειν λέγοιτο. εἰ δέ τις τὸ ἐν τῇ ὕλῃ εἶδος περιλαμβάνεσθαι νομίζοι τῷ λόγῳ, διότι καὶ τοῦτο ἐν τῇ ὕλῃ ἐστὶν οὐχ ὡς μέρος αὐτῆς καὶ ἀχώριστόν ἐστιν ἀπ’ εἴρηται πρότερον, ὅτι τὸ ἔν τινι νῦν ὡς ἐν συνθέτῳ οὐσίᾳ φησίν, ἐφ᾿ ἧς καὶ ἡ οὐσία καὶ τὸ τὶ ἐπαληθεύειν. Ζητεῖν δὲ ἔξιον, διὰ τί μετὰ τὴν καθόλου οὐσίαν τὸ μερικὸν συμβεβηκὸς ἔταξεν καὶ οὔτε καθόλου τι οὔτε οὐσίαν. κἂν γὰρ καὐτὰ καταγράψῃς ἄνω μὲν τὰ καθόλου τάξας, κάτω δὲ τὰ μερικά, τὰ κατὰ μῆκος οὔτε τὰ κατὰ πλάτος εὑρήσεις συντεταγμένα, διαγώνια. τούτου δὲ αἴτιον τὸ καὶ πᾶσαν μὲν διαίρεσιν, εἰ μέλλοι τὸ ἀπαράλειπτον ἔχειν, κατὰ ἀντίφασιν ἀφείλειν γίνεσθαι· ἐνταῦθα δὲ ἔτι μᾶλλον οἰκειοτέρα ἡ λῆψις ὡς τὸ καταφατικὸν τῷ ἀποφατικῷ, τὸ καθ᾿ ύποκειμένου τῷ οὐ καθ᾿ ὑποκειμένου, καὶ τὸ ἀποφατικὸν ἀντιτιθεῖσα, τὸ οὐκ ἐν ὑποκειμένῳ τῷ ἐν ὑποκειμένῳ. τὸ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν. ὅτι τὸ καθόλου συμβεβηκὸς οὕτως ὀνομάζει, δῆλον ἄν ἐκ τῶν εἰρημένων εἴη· ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τούτοις πᾶσιν τὰ καθόλου καὶ γενικὰ ὡς ἐν ὑπο- στάσει ὄντα τίθησιν, ὥσπερ τὴν καθόλου ἐπιστήμην, καὶ δῆλον ὅτι αὕτη ἐν τῇ καθόλου ψυχῇ ἐστιν. καὶ πρὸ ὀλίγου δὲ τὰ ὄντα διεῖλεν εἰς τὰ καθόλου καὶ εἰς τὰ κατὰ μέρος, καὶ ἴσως τοῖς Πυθαγορείοις ἀκολουθῶν, ἀφ᾿ ὦν τὴν περὶ τῶν δέκα γενῶν διδασκαλίαν p. 1b6 Ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ ἕως τοῦ εἶναι. Καὶ τὸ ἐν ὑποκειμένῳ καὶ τὸ καθ᾿ ὐποκειμένου αὐτὸς ὀνομάσας ἐδεῖτο σαφηνίσαι, τί ποτε βούλεται αὐτῷ τὰ ὀνόματα. πρότερον οὖν τὸ ἐν ὑποκειμένῳ ἐξηγησάμενος νῦν τί δηλοῖ τὸ καθ᾿ ὑποκειμένου μᾶλλον δὲ πρότερον τί οὐ σημαίνει παραδίδωσιν, ἔπειτα οὕτως τίνα δύναμιν. λέγει οὖν ὅτι τὰ ἄτομα· ταῦτα δέ ἐστιν τὰ μὴ τεμνόμενα διαφοραῖς καὶ διὰ τοῦτο οὔτε γένει ἢ εἴδει ἓν ὄντα, ἀλλὰ ἀριθμῷ μόνον, ὡς ἐν τῷ ἀριθμεῖσθαι τὸ ἓν ἔχοντα. ταῦτα οὖν κατ’ οὐδενὸς λέγεται· οὐ γὰρ ἔχει τι μερικώτερον ἑαυτῶν, οὖ κατηγορηθήσεται ὑποκειμένου. εἰ δὲ τὸ ὄνομα τοῦ Σωκράτους αὐτοῦ τοῦ Σωκράτους ὡς ὑποκειμένου αὐτῷ, οὐ περὶ τῆς τοιαύτης κατηγορίας ὁ ἐστίν, ἀλλὰ τῆς ἄλλου κατ’ ἄλλου συνωνύμως γινομένης, ὅπερ τοῖς ἀτόμοις οὐχ ὑπάρχει. εἰπὼν δὲ τὸ κοινὸν παντὸς ἀτόμου, ὅτι οὐκ ἔστιν καθ᾿ κειμένου, καὶ τὴν διαφορὰν προστίθησιν· δυνατὸν γὰρ τὸ μέν τι ἐν εἶναι, τουτέστιν συμβεβηκὸς εἶναι, τὸ δὲ δῆλον ὅτι οὐκ ἐν ὑποκειμένῳ, ὅπερ ἐστὶν οὐσία. μήποτε δέ, ἐπειδὴ αὐτὸς πρῶτος ταῦτα τέθεικεν τὰ ὀνόματα, ἵνα μή τις ἀκούσας τὸ μὴ καθ᾿ ὑποκειμένου εὐθὺς αὐτὸ καὶ μὴ ἐν ὑποκειμένῳ ὑπολάβῃ ταὺτὸν ἐν ἑκατέρῳ τὸ ὑποκείμενον διὰ τοῦτο τὸ μὲν μὴ καθ᾿ ὑποκειμένου οὐδέν φησι κωλύει εἶναι, ἄλλο γὰρ καὶ ἄλλο τὸ ὑποκείμενον· εὶ δὲ μηδὲν κωλύει ὑποκειμένῳ εἶναι, δῆλον ὅτι οὐδὲν κωλύει καὶ μὴ εἶναι ἐν ὑποκειμένῳ· τὰρ μερικὸν οὐδὲν κωλύει καὶ συμβεβηκὸς εἶναι καὶ οὐσίαν εἶναι.