Ancient Greek
Chapter 3
Simplicius, In Aristotelis Categorias Commentarium 3.1
Not analysed yet
p. 1b10 Ὅταν ἕτερον καθ᾿ ἑτέρου κατηγορῆται ἔως τοῦ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστιν καὶ ζῷον. Εἰὼν τί οὐκ ἔστιν καθ᾿ ὐποκειμένου, νῦν τί ἐστιν λέγει, ὅτι τὸ συνωνύμως καὶ ἐν τῷ τί ἐστιν κατηγορεῖσθαι, τοῦτό ἐστιν τὸ καθ’ ὑπο- κειμένου λέγεσθαι· τοῦτο δέ ἐστιν ὅταν τὸν λόγον τὸν ὁριστικὸν ἀποδιδόντες τοῦ ὑποκειμένου διὰ τοῦ κατηρορουμένου ἀποδιδῶμεν. ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν ἄνθρωπος, ζῷον ἐρεῖ. ὅταν οὖν ὡς καθ᾿ ὑποκειμένου κατηγορῆται, οἷον ὁ ἄνθρωπος τοῦ Σωκράτους, καὶ τοῦ κατηγορουμένου ἄλλολ τι κατηγορῆται καὶ αὐτὸ μὴ ὡς ἔτυχεν, ἀλλ᾿ ὡς καθ᾿ ὑποκειμένου καὶ συνωνύμως, οἷον τὸ ζῷον τοῦ ἀνθρώπου, καὶ τοῦ Σωκράτους τὸ ζῷον κατηγορηθήσεται· ἔσται γὰρ ὁ πρῶτος τρόπος οὕτως τοῦ πρώτου σχήματος, τοῦ μέσου ἐν ὅλῳ μὲν ὄντος τῷ μείζονι ἄκρῳ, κατὰ παντὸς δὲ τοῦ ἐλάττονος λεγομένου. τινὲς δὲ ἀποροῦσι, πῶς τοῦ ζῷου καθ᾿ ὑποκειμένου τοῦ ἀνθρώπου λεγομένου, τοῦ δὲ γένους κατὰ τοῦ ζῴου, οὐκέτι τὸ γένος κατὰ τοῦ ἀνθρώπου κατηγορεῖται. ἀλλὰ πρόχειρος ἡ λύσις, ὅτι τὸ γένος, κἂν κατηγορῆται τοῦ ζῴου, ἀλλ᾿ οὐχ ὡς καθ᾿ ὑποκειμένου. ἦ γὰρ ἂν κατὰ παντὸς ζῴου κατηγορεῖτο· νῦν δὲ ζῷον μέν ἐστιν καὶ ὁ Σωκράτης, οὐ μέντοι γένος. οὐ γὰρ ἐν τῷ τί ἐστιν κατηγορεῖται τοῦ ζῴου τὸ γένος· ἐρωτηθέντες γοῦν τί ἐστιν ζῷον, οὐχὶ γένος, ἀλλ᾿ οὐσίαν ἔμψυχον λέγομεν τὸ ζῷον εἶναι. οὐ γὰρ τὸ ὁπωσδήποτε κατηγορούμενον ὡε καθ᾿ ὑποκειμένου κατηγορεῖται· ἐν γοῦν τῷ ῾Σωκράτης περιπατεῖ᾿ κατηγορεῖται μὲν τὸ περιπατεῖν, οὐ καθ᾿ ὑποκειμένου δέ. δείκνυσιν μὲν οὖν, ὅπερ εἶπον, διὰ τοῦ νῦν ῥηθέντος καὶ τί ἐστιν τὸ καθ᾿ ὑποκειμένου λέγεσθαι, ὅτι τὸ συνωνύμως κατηγορεῖσθαι· καὶ ἐκεῖνο δὲ μάλιστα διδάσκει, ὅτι οὗτινος ἂν καθ᾿ ὑποκειμένου κειμένου λέγηταί τι, καὶ ἡ κατηγορία, εἰς ἣν ἀνάγεται τὸ κατηγορούμενον, λέγεται κατ᾿ αὐτοῦ. εἰ γὰρ τὸ ζῷον καθ᾿ ὑποκειμένου λέγεται τοῦ ἀνθρώπου, ἀνάγεται δὲ τὸ ζῷον εἰς τὴν οὐσίαν, καὶ ὁ ἄνθρωπος εἰς τὴν οὐσίαν ἀναχθήσεται. καὶ διὰ τούτου τοῦ θεωρήματος τὰ καθ᾿ ἕκαστα καὶ ἀπερίληπτα ληπτα τῷ λογισμῷ διὰ τῶν οἰκείων ἐπαναβιβασμῶν εἰς τὰς δέκα κατηγορίας γορίας συναιρεῖται. ὅτι γὰρ οὐσία ἐστὶν ὁ Σωκράτης, οὐκ ἔστιν γνῶναι σαφῶς μὴ διὰ πολλῶν τῶν συνωνύμως ἀεὶ τῶν ὑφ᾿ ἑαυτὰ κατηγορουμένων ὁδεύσαντα, τουτέστιν τῶν καθ᾿ |ὑποκειμένου λεγομένων· εἰ γὰρ ἄνθρωπος ὁ Σωκράτης, καὶ τὸ τοῦ ἀνθρώπου συνωνύμως κατηγορούμενον, ὥστε καὶ ζῷον, καὶ τὸ τοῦ ζῴου συνωνύμως κατηγορούμενον, ὥστε καὶ ἔμψυχον καὶ οὐσία. ἀλλ᾿ εἰ τὸ καθ᾿ ὑποκειμένου λέγεσθαι ταὐτόν ἐστι τῷ συνωνύμως κατηγορεῖσθαι, ἐπειδὴ καὶ ὁ ὁρισμὸς συνωνύμως κατηγορεῖται τοῦ κεφαλαιώδους (ὁ γὰρ ἄνθρώπου καθ᾿ ὐποκειμένου τοῦ ἀνθρώπου λεγόμενος· εἰ δὲ τοῦτο, οὐκέτι τὸ καθόλου σημαίνεται ὑπὸ τοῦ καθ᾿ ὑποκειμένου. ἢ διὰ τοῦτο Ἀριστοτέλης οὐχ ἁπλῶς εἶπεν ῾ὅταν κατηγορῆταί τι ὡς καθ᾿ ὑποκειμένου᾿, ἀλλ᾿ ὅταν ἕτερον καθ᾿ ἑτέρου κατηγορῆται ὡς καθ᾿ ὑποκειμένου· τὰ δὲ ὑπὸ τοῦ ὁριστικοῦ λόγου σημαινόμενα, οὐκ ἔστιν ἕτερα τοῦ ὁριστοῦ. τινὲς δὲ αὐτὸ τοῦτο αιτιῶνται τὸ ἕτερον εἰρῆσθαι τὸ καθ᾿ ὑποκειμένου κατηγορούμενον τοῦ οὗ κατηγορεῖται· κατὰ γὰρ τοῦ ἀνθρώπου κατηγορεῖται υὸ χῷον ὡς ζῴου καὶ τὸ χρῶμα τοῦ λευκοῦ ὡς χρώματος. καί φησιν ὁ Πορφύριος, ὅτι διττὴ ἡ ἐπίνοια τοῦ ζῴου, ἡ μὲν τοῦ κατατεταγμένου, ἡ δὲ τοῦ ἀκατατάκτου· κατηγορεῖται οὖν τὸ ἀκατάτακτον τοῦ κατατεταγμένου, καὶ ταύτῃ ἕτερόν ἐστιν. ὁ μέντοι Ἰάμβλιχος “οὐ τὰ γένη, φησίν, τῶν ὑποκειμένων κειμένων κατηγορεῖται, ἀλλ᾿ ἕτερα διὰ ταῦτα· ἄνθρωπον εἶναι, ἀλλὰ μετέχειν εἶναι, οὐ τὸν γενικόν φαμεναὐτὸν ἄνθρωπον εἶναι, ἀλλὰ μετέχειν τοῦ γενικοῦ, ὥσπερ τὸ λευκὴν εἶναι τὴν ἄμπελον ταὐτόν ἐστιν τῷ λευκοὺς βότρυασ φέρειν, κατὰ ἀναφορὰν τὴν ἐπὶ τὸν καρπὸν οὕτως αὐτῆς καλουμένης. περὶ δὲ τούτων ἐν τοῖς Μετὰ τὰ φυσικὰ ἀκριβῶς διώρισεν Ἀριστοτέλης. νῦν δὲ κοινότερον κέχρηται ταῖς σημασίαις, ὡς καὶ ἡμεῖς ὅταν λέγωμεν τοὺς ὁρισμοὺς ἐκ γένους εἶναι καὶ διαφορῶν, οὐ κυρίως τὸ γένος ἐνταῦθα λαμβάνοντες, ἀλλ᾿ ἀντὶ τῆς πτώσεως, ἧς ἐξηγητικόν ἐστιν τὸ μετέχειν τοῦ γενικοῦ”, ἀλλ᾿ ὅτι μὲν καθόλου βούλεται εἶναι τὸ καθ᾿ ὑποκειμένου, ἐδήλωσιν τὰ ἄτομα εἰπὼν μὴ λέγεσθαι καθ᾿ ὑποκειμένου, ὅτι δὲ συνωνυμως αὐτὸ δεῖ κατηγορεῖσθαι, ἐδήλωσεν διὰ τοῦ καὶ τῶν ὑπαὐτὸ κατηγορεῖσθαι· τοῦτο γὰρ ὑπάρχει τοῖς ἐν τῷ τί ἐστιν κατηγορουμένοις. τὸ δέ γε ἐν ὑποκειμένῳ ἔστιν μὲν ἐν τῷ ὑποκειμένῳ, οὐ μέντοι συνωνύμως κατηγορεῖται τοῦ ὑποκειμένου· οὐ γὰρ λέγεται ἡ ψυχὴ ἐπιστήμη. ὅταν οὖν τὸ αὐτὸ ἐν ὑποκειμένῳ τε ᾖ καὶ καθ᾿ ὑποκειμένου, τουτέστιν ὅταν ᾖ καθόλου συμβεβηκός, δύο ὑποκείμενα θεωρητέον, τὸ μὲν ἐν ᾧ ἔστιν, τὸ δὲ καθ᾿ οὗ λέγεται, καὶ τῷ μὲν ἐν ὑποκειμένῳ τὸ ἔστιν ἀποδέδοται, τῷ δὲ καθ᾿ ὑποκειμένου τὸ λέγεται. εἴτε γὰρ ἔστιν τὰ καθόλου εἴτε ἐπινοίᾳ μόνῃ τὸ εἶναι ἔχει, ἄλλης ἂν εἴη πραγματείας ζητεῖν· ὅτι μέντοι λέγεται κατὰ τοῦ ὑποκειμένου, δῆλον· νῦν δὲ καὶ ὡς οὖσιν Ἀριστοτέλης ἐχρήσατο. καὶ πρόδηλον μὲν ἐκ τῶν εἰρημένων, τίνι διαφέρει τὰ ἐν ὐποκειμένῳ τῶν καθ᾿ ὑποκειμένου, λεγέσθω δὲ καὶ νῦν, ὅτι ἄλλο τὸ καθόλου ἐστὶν καὶ ἄλλο τὸ ἐν ἑτέρῳ ἐγγινόμενον. καὶ μέντοι τῶν μὲν καθ᾿ ὑποκειμένου καὶ τὸ ὄνομα καὶ ὁ λόγος κατηγορεῖται τοῦ ὑποκειμένου, τοῦ δὲ ἐν ὑποκειμένῳ ὁ μὲρ λόγος οὐδέποτε, τὸ δὲ ὄνομα πολλάκις κατηγορεῖται. καὶ μέντοι ἑκάτερον αὐτῶν ποτὲ μὲν συνδυάζεται τῷ ἑτέρῳ, ποτὲ δὲ οὔ· τὸ γὰρ καθ᾿ ὑποκειμένου ποτὲ μὲν ἐν ὑποκειμένῳ ἐστίν, ποτὲ δὲ οὔ, καὶ τὸ ἐν ὑποκειμένῳ ποτὲ μὲν καθ᾿ ὑποκειμένου, ποτὲ δὲ οὔ. καθόλου δὲ καὶ τὰ γένη καὶ τὰ εἴδη, ἐάν τε ἐπ᾿ συμβεβηκότων, κυρίως καθ᾿ ὑποκειμένου λεχθήσεται. ἐδήλωσεν δὲ τοῦτο καὶ αὐτὸς εἰπὼν ὅτι τὰ ἄτομα καὶ ἓν ἀριθμῷ οὐκ ἔστιν καθ᾿ ὑπεκειμένου. Ἰστέον δὲ ὅτι καὶ Ἀνδρόντικος καὶ ἄλλοι δέτινες ου μόνον τὰ ἐν τῷ τί έστιν κατηγορούμενα καθ᾿ ὑποκειμένου κατηγορεῖσθαί φασιν, ἀλλὰ καὶ ἄλλα οἷον τὸ μουσικὸν κατὰ Ἀριστοξένου καὶ καὶ ἴσως ἐκεῖνα ὅσα κατηγοροῦντές τινος ἐκεῖνο εἶναι λέγομεν αὐτὸ ὅπερ κατηγοροῦμεν (βαδίζειν μὲν γὰρ λέγοντες τὸν Σωκράτη οὐ λέγομεν βαδίζειν εἶναι τὸν Σωκράτη, Ἀθηναῖον δὲ εἶναι λέγομεν καὶ φιλόσοφον) καὶ ὅσα δὴ τούτων κατηγορεῖται, λεγόντων ἡμῶν ταῦτα ἐκεῖνα εἶναι, καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται· εἰ γὰρ ὁ Σωκράτης φιλόσοφος καὶ ὁ φιλόσοφος δὲ ἐπιστήμων, ἔσται καὶ ὁ Σωκράτης ἐπιστήμων. πάλιν δὲ φασιν· εἰ τὸ σῶμα λευκὸν καὶ τὸ λευκὸν χρῶμα, ἔσται καὶ τὸ σῶμα χρῶμα. ἢ τὸ λευκὸν δύο σημαίνει, τὴν τε ποιότητα καὶ τὸ σῶμα λευκότης), τῆς δὲ ποιότητος τὸ χρῶμα ***ἀλλ᾿ ἡ λευκότης· ὥστε οὐ τὸ χρῶμα κατηγορηθήσεται τοῦ σώματος, ἀλλὰ τὸ κεχρωσμένον. Τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων ἕως τοῦ καὶ τοῦ ὑποκειμένου ἔσονται. Ἐν τούτοις δέον εἰπεῖν, τί γένος καὶ γί διαφορὰ καὶ τίνα σχέσιν ἔχουσιν πρὸς ἄλληλα εἴς τε ἑτερότητα καὶ εἰς κοινωνίαν. τὸ τοίνυν γένος λέγεται μὲν πολλαχῶς, ὡς καὶ ἐν τῇ Εἰσαγωγῇ ἐδίδαξεν ὁ Πορφύριος· τὸ δὲ νῦν παραληφθὲν γένος ἐστὶν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, εἶδος δὲ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστιν κατηγορούμενον, διαφορὰ δὲ ή κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποιὸν εἶναι κατηγορουμένη. ἀλλὰ σἴδει διαφέρει, ὅσα τῷ λόγῳ τῆς οὐσίας ἀλλήλων κεχώρισται· τῷ δὲ ἀριθμῷ διέστηκεν, ὅσα συνδρομῇ συμβεβηκότων τὴν ἰδιότητα τῆς οἰκείας ὑποστάσεως ἀφωρίσατο. καὶ ἐν μὲν τῷ τί ἐστιν κατηγορεῖται, ὅσα ἐν λόγῳ τῷ τὸ τί ἦν εἶναι λέγοντι περιέχεται, τὸ οὐσιῶδες καὶ κοινὸν ὲν τῷ πράγματι δηλοῦντα· ὲν δὲ τῷ ὁποῖόν τί ἐστιν, ὅσα τὸ οὐσιῶδες μετὰ ποιότητος συνείληφεν· τὸ γὰρ λογικὸν οὐχ ἁπλῶς ποιότης ζῳώδης ποιότης. καὶ δεῖ τὴν διαφορὰν οὐσιωδῶς καὶ κατὰ τὸ εἶναι χωρίζειν, ἀλλ' οὐ κατά τι συμβεβηκός. κἄν γὰρ ἀνθρώπου τὸ πλευστικόν ἐστιν, οὐκ ἔστιν αὕτη οὐσιώδης διαφορά, δεῖ δὲ τὴν διαφορὰν μέρος τῆς οὐσιας εἶναι· |περὶ γὰρ τὴν τὴν κεχωρισμένην ιδιότητα ἀφορίζει. διαφέρουσι δὲ ἀλλήλων εἶδος καὶ διαφορὰ ώς ὅλον καὶ μέρος· περιέχεται γὰρ ύπὸ τοῦ ὅλου εἴδους ἡ συστατικὴ τοῦ εἴδους διαφορά, ὡς ὑπὸ τοῦ ἀνθρώπου τὸ λογικόν. ποτὲ δὲ καὶ ἀντὶ τοῦ ὅλου εἴδους ἡ διαφορὰ λέγεται, ὥσπερ τὸ ἀθάνατον καὶ θνητὸν ἀντὶ θεῶν καὶ ἀνθρώπων. τῶν δὲ διαφορῶν αἱ μὲν γενῶν εἰσιν, αἱ δὲ εἰδῶν. τοῦ μὲν οὖν γένους αἱ μὲν συστατικαί, ὅσαι κατὰ παντὸς λέγονται, αἱ δὲ διαιρετικαί, ὅσαι διῃρημένως μὲν κατ’ αὐτοῦ οὐ λέγονται, ὁμοῦ δὲ πᾶσαι· τοῦ δὲ εἴδους εἰσὶν αἱ εἰδοποιοὶ μόναι, ὧν ἑκάστη κατὰ τὸ ἀντιδιῃρημένον πρὸς ἕκαστον τῶν εἰδῶν ἀφορίζεται, ἀλλ’ οὐχ ἄμα πᾶσαι. ὥσπερ δὲ εἴδη πλείονα πρὸς ἕν γένος, οὕτως πολλαὶ διαφοραὶ πρὸς ἕν εἶδος συντελοῦσιν. ό δὲ ‘Ερμῖνος τὰς συμπληρωτικὰς οὐκ ἀξιοῖ διαφορὰς καλεῖν, ἀλλὰ μόνας τὰς διαιρετικάς. Ἀλλὰ πῶς τὴν διαφορὰν κατὰ διαφερόντων τῷ εἴδει λέγομεν καὶ τὸ εἶδος κατὰ διαφερόντων τῷ ἀριθμῷ; ἐδοὺ γάρ τινες διαφοραὶ καθ' ἑνὸς εἴδους λέγονται, ὡς τὸ κοῦφον κατὰ τοῦ πυρός (καὶ γὰρ τὰ ἄλλα κοῦφα διὰ τὸ πύριον) καὶ τὸ βαρὺ κατὰ τῆς γῆς καὶ ὅλως αἱ ἔσχαται διαφοραὶ καθ’ ἕκαστον εἶδος, ὡς ἐπὶ ἀνθρώπου τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, αἵτινες καὶ ἀντιστρέφουσιν πρὸς τὸ ὁριστόν· ἀλλὰ καὶ εἴδη τινά ἐστιν φμοναδικὰ δικὰ καὶ ἐν τοῖς αἰσθητοῖς, τὰ μὲν ἀίδια πάντα, ἥλιος καὶ δελήνη καὶ τῶν ἄλλων ἕκαστον, ἐν τοῖς γενητοῖς δέ, ὡς ἰστοροῦσιν, ὁ φοίνιξ τὸ ὄρνεον. πῶς οὖν τὸ δἶδος κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ λέγεται; ἢ τοῦτο μέν, κἂν μὴ ἅμα ὄντων τῶν ἀτόμων, ἀλλὰ κατὰ διαδοχήν, πολλῶν κατηγορεῖταί φοινίκων· ἐν δὲ τοῖς ἀιδίοις, εἰ μὴ κατὰ πλειόνων λέγεται, οὐδέ ἐστιν τοῦτο τὸ εἷδος τὸ νῦν ζητούμενον, τὸ ἀκατάτακτον καὶ ἐν πολλοῖς θεωρούμενον, ἀλλὰ τὸ ἐν ὕλῃ κατατεταγμένον μοναδικόν· ἐκεῖνο γάρ, κἄν εἰ πολλὰ εἴη τοιαῦτα, πάσιν ὑπάρχει. καὶ ἔοικεν τὸ τοιοῦτον εἷδος μέσον εἷναι τῶν τε ἀτόμων καὶ τῶν κυρίως εἰδῶν, τῷ μὲν μοναδικῷ ἀτάμων ὑπερέχον, τῷ δὲ ἐν ὕλῃ γενέσθαι ὑφειμένον τῶν κυρίως εἰδῶν. τὴν δὲ διαφορὰν ὁ μὲν Πορφύριός φησιν ὡς ἐπὶ τὸ πολὺ κατὰ πλειόνων εἰδῶν λέγεσθαι, οὐ γὰρ ἀεί· ὁ δὲ Ἰάμβλιχος “κἄν τινες διαφοραὶ μὴ κατὰ πλειόνων δἰδῶν λέγωνταικ ἀλλ᾿ οὕτως ἔχουσιν, φησίν, καὶ αὗται, ὥστε ὅσον ἐφ᾿ ἑαυταῖς κατὰ πλειόνων ἄν ῥηθῆωαι· ἰδικωτέρα δέ, φησίν,ἐστὶν διαφορὰ καὶ τῇ ἐνύλῳ φύσει συγγενεστέρα ἡ καθ᾿ ἑνὸς εἴδους ὡρισμένως λεγομένη, ἀλλ᾿ ὅμως καίπερ οὕτως διακειμένη δύωαμινἔχει κατὰ τὸν ἕαυτῆς λόγον πλείοσιν εἴδεσιν ἑαθτὴν ἐνδιδόωαι· εἰ δὲ ἄλλη τις αυντυχία πραγμάτων τὴν τῶν ὑποδεχομένων εἰς πλὴθος διάστασιν οὐκ εἴασεν γενέσθαι, εὐδὲν τοῦτο ἐμπόδιόν ἐστιν πρὸς τὸν οἰκεῖον τῆς διαφορᾶς λόγον”. Ἕτερα δὲ γένη ἐστὶν καὶ εἴδη καὶ διαφοραὶ τὰ ταῖς κατηγορίαις διαφέροντα, ὥστε καθ᾿ ἑκάστην κατηγορίαν καὶ γένη καὶ εἴδη εἷναι καὶ διαφοράς. καὶ ὑ πάλληλα δὲ γένη, ὧν τὸ ἕτερον ὑπὸ τὸ ἕτερόν ἐστιν, ὡς ὑπὸ τὸ ζῷον τὸ πτηνόν ἐστιν· οὐχ ὑπάλληλα δέ, ὧν μηδέτερόν ἐστιν ὑπὸ τὸ ἕτρον, ὡς ζῷον καὶ ἐπιστήμη. ἐπειδὴ γὰρ τῶν γενῶν καὶ τῶν εἰδῶν τὰ μέν ἐστιν γένη μόνον, ὡς μὴ ἔχειν ὑπὲρ ἑαυτὰ γένος, ὥσπε οὐσία· τὰ δὲ εἴδη μόνον, ὡς μὴ ἔχειν μεθ᾿ ἑαυτὰ εἷδος, ὥσπερ ὁ ἀετός· τὰ δὲ μεταξὺ τούτων, ο+ον, ζῷον καὶ ὄρνεον, ἅ καὶ εἴδη καὶ γένη ἐστίν, εἴδη μὲν ὡς πρὸς τὰ πρὸ ἑαυτῶν, γένη δὲ ὡς πρὸς τὰ μετὰ ταῦτα· τὸ γὰρ ὄρεον εἷδος μέν ἐστιν τοῦ ζῴου, γένος δὲ τοῦ ἀετοῦ. ὑπάλληλα δὲ λέγεται οὐχ ὄτι ἑκάτερον ὑπὸ τὸ ἕτερόν ἐστιν, ἐπεὶ οὕτω γε τὸ αὐτὸ τοῦ αὐτοῦ καὶ εἷδος ἔσται καὶ γένος, άλλ᾿ ὅτι τὸ ἕτερον μόνον ὑπὸ τὸ ἕτερον. ὄταν δὲ μηδέτερον ὑπὸ τὸ ἕτερον ᾖ, τότε οὐκ ἔστιν ὑπάλληλα, ὡς ζῷον καὶ ἐπιστήμη· ἑκάτερον μὲν γὰρ γένος ἐστίν, οὔτε δὲ ἡ ἐπιστήμη τοῦ ζῴου εἷδός ἐστιν οὔτε τὸ ζῷον τῆς ἐπιστήμης. ὄντων οὗν ἑτέρων γενῶν καὶ τῶν μεταξὺ τοῦ τε ἀνωτάτου γένους καὶ τοῦ κατωτάτου εἴδους καὶ μέντοι τῶν ἀνωτάτω τῶν κατὰ τὰς κατηγορίας, ὅταν λέγῃ τῶν ἑτέρων γενῶν, καὶ τὰ ἀνωτάτω ληπτέον ὡς ὄντα ἕτερα γένη καὶ τὰ μεταξύ, ὅτων μὴ ὑπάλληλα ᾖ, ὡς ζῷον καὶ ἐπιστήμη· καὶ γὰρ τὸ ζῷον μετὰ τὴν οὐσίαν τέτακται καὶ ἡ ἐπιστήμη μετὰ τὴν ποιότητα. τούων οὗν τῶν ἑτέρων καὶ μὴ ὑπάλληλα γενῶν ἑτέρας εἷναι διαφοράς φησιν, οὐ μόνον τὰς διαιρετικάς, ἀλλὰ καὶ τὰς συστατικάς. ζῴου γὰρ διαφοραὶ διαιρετικαὶ τὸ λογικὸν καὶ τὸ ἄλογον ἢ πτηνὸν καὶ πεζόν, συστατικαὶ δὲ τὸ αἰσθητικὸν ***τῆς δὲ ἐπιστήμης οὔκ εἰσιν αὗται διαφοραί. τῶν δὲ ὐπάλληλα αἱ μὲν τοὺ ἀων τέρω συστατικαὶ πάντως εἰσὶν καὶ τοῦ κατωτέρω (συνωνύμως γὰρ κατηγορεῖται), τῶν δὲ τοῦ ἀνωτέρω διαιρετικῶν τινὲς μὲν συστατικαί εἰσιν τοῦ κατωτέρω, ὡς τοῦ ζῴου τὸ πτηνὸν συνίστησιν τὸ ὄρνεον, οὐκέτι μέντοι καὶ τὸ πεζόν· εἰσὶν δέ τινες αἱ αὐταὶ διαιρετικαὶ ἀμφοῖν· τῶν γὰρ ζῴων τὰ μέν ἐστιν ποηφάγα, τὰ δὲ σπερμοφάγα, τὰ δὲ σαρκοφάγα, καὶ τῶν ὀρνέων δὲ αἱ αὐταὶ ἄν εἷεν διαφοραί. ἑτέρας δὲ οὐχ ἁπλῶς εἷπεν τὰς διαφοράς, ἀλλὰ τῷ εἴδει ἑτέρας, ἐπειδὴ πολλάκις καὶ τῶν ἑτέρων γενῶν, οἷον ζῴου καὶ σκεύους, αἱ αὐταὶ δοκοῦσιν διαφοραί. καὶ γὰρ τῶν ζῴων τὰ μέν ἐστιν ὑπόποδα, τὰ δὲ ἄποδα, καὶ τῶν σκευῶν ὁμοίως ὑπόποδα μὲν κλίνη καὶ τράπεζ καὶ τρίπους καὶ τὰ τοιαῦτα, ἄποδα δὲ τὰ πολλά. ἀλλ᾿ οὐκέτι τῷ εἴδει αἱ αὐταὶ διαφοραί εἰσιν, ἀλλὰ κατὰ ὁμωνυμίαν. οὐ γὰρ ταὐτόν ἐστιν τῷ δἴδει ζῴου ποὺς καὶ κλίνης· κατὰ μεταφορὰν γὰρ τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου λέγεται, τῷ ὀνόματι μόνον, ἀλλ᾿ οὐχὶ καὶ τῷ πράγματι κοινωνούντων. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὄτι τῶν ἑτέρων γενῶν, ἀλλ᾿ οὐχὶ τῶν ἑτερογενῶν δεῖ ὑπαναγινώσκειν. Ἑρμῖνος δὲ ἐτέρας τῷ εἴδει βούλεται εἷναι τὰς διαφορὰς τῶν μὴ ὑπάλληλα γενῶν ἀλλ᾿ ἑτέρων, “διότι, |φησίν, ἔστιν τινὰ γένη οὐχ ὐπάλληλα μέν, ἄμφω δὲ ὐφ᾿ ἕν ἀναγόμενα, ὥς τὸ πτηνὸν καὶ τὸ πεζὸν ἄμφω ὑπὸ τὸ ζῷον, καὶ τούτων εἰσίν τινες αἱ αὐταὶ διαφοραί· καὶ τοῦ πτηνοῦ τὸ μὲν δίπουν ἐστίν, τὸ δὲ τετράπουν, ὡς γρὺψ ἱστορεῖται καὶ σφίγξ, καὶ τοῦ πεζοῦ ὑμοίως· ἀλλ᾿ οὐχὶ εἴδει αἱ αὐταί εἰσιν αὗται διαφοραί, ἀλλὰ γένει· ζῴου γάρ εἰσι πρώτως διαφοαί. διὰ τοῦτο, φησίν, τῶν μὴ ὑπάλληλα οὐχ ἁπλῶς ἑτέρας, ἀλλὰ τῷ εἴδει ἑτέρας εἷπεν τὰς διαφοράς· καὶ γὰρ αὗται τῶν μὴ ὑπάλληλα οὗσαι, κἄν αἱ αὐταὶ δοκοῦσαι, ἀλλ᾿ οὐ τῷ εἴδει εἰσὶν αἱ αὐταί, ἀλλὰ τῷ γένει”. εἰ μέντοι ὁ Ἀριστοτέλης ἕτερα γένη καὶ μὴ ὑπάλληλα τίθεται οὐ μόνον ὧν μὴ ἔστιν θάτερον ὑπὸ τὸ ἕτερον, ἀλλὰ καὶ ὅσα μὴ ἄμφω ὑφ᾿ ἓν ἀνάγεται (ταῦτα γὰρ τὰ ἑτερογενῆ, ὅσα μηδὲν ἔχει κοινὸν γένος, ὥσπερ καὶ ἑτεροειδῆ τὰ μὴ ἔχοντα κοινὸν εἶδος, ὡς δῆλον ἐκ τῶν παραδειγμάτων), οὐ χρεία τῆς τοιαύτης αἰτιολογίας. καὶ γὰρ εἰ ὁμογενῆ ἐστιν ὧν τὸ αὐτὸ γένος, ἑτερογενῆ γενῆ ἂν εἴη ὧν ἕτερα τὰ γένη ἐστίν. ὁ μέντοι Πορφύριος τῶν ὑπὸ τὰ ἕτερα γένη εἰδῶν ἕτεραί εἰσιν αἱ διαφοραί· ἕτερα γὰρ γένη ζῷον καὶ ἐπιστήμη στήμη καὶ τοῦ μὲν ζῴου εἶδός ἐστιν ὁ ἄνθρωπος, τῆε δὲ ἐπιστήμης ἡ μουσική, καί εἶσιν ἕτεραι τούτων αἱδιαφοραί, ὥστε εἰη ἂν λέγων ὅτι τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπάλληλα τεταγμένων αἱ κατὰ τὰ εἴδη διαγοραὶ ἕτεραι. κάλλιον δὲ ἴσως τὰς εἰδοπιοὺς ἀκούειν, ὡε καὶ αὐτὸς ὁ Πορφύριος προϊὼν ἀξιοῖ. Οἱ δὲ περὶ τὸν Νικόστρατον ματαιολογίαν ἐγκαλοῦσιν ἐν τούτοις· τίς γάρ, φησίν, ἀγνοήσει ὅτι ἐπιστήμη ἐπιστήμης οὐκ ἄν ποτε τῷ δίποδι διενέγκοι ἢ τετράποδι, ὥσπερ τὸ ζῷον; ἀλλὰ πρῶτον μέν, κἂν τοῦτο σαφές, οὐκέτι καὶ ἐκεῖνο ὁμοίως δῆλον, ὅτι τῶν ὑπάλληλα οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς· ἔδει δὲ περὶ ἀμφοῖν ἅμα τῶν ἀντικειμένων εἰπεῖν. ἔπειτα ὁρᾷς ὅτι οἱ περὶ τὸν Ἑρμῖνον τὸ ἕτερα καὶ μὴ ὑπάλληλα οὐ καλῶς ἐξεδέξαντο, νομίσαντες δυνατὸν εἶναι καὶ μὴ ὑπάλληλα ὄντα ὑφ᾿ ἓν ἀνάγεσθαι γένος· οὕτως οὐκ ἦν πρόχειρος ὁ λόγος, κἂν τὰ παραδείγματα καλῶς ληφθέντα σαφῆ τὸν λόγον ποιῇ. αἰτιῶνται δὲ καὶ <ὅτι> ἐν τοῖς ὑπαλλήλοις γένεσιν ὅσαι τοῦ κατηγορουμένου φησὶν διαφοραί, τοσαῦται καὶ τοῦ ὑποκειμένου διαφοραί, τοσαῦται καὶ τοῦ κατηγορουμένου ἔσονται· “αἱ γὰρ τοῦ μερικωτέρου διαφοραὶ καὶ τοῦ ὁλικωτέρου ἔσονται ἅτε τὸ μερικώτερον περιέχοντος, εἰ καὶ μὴ ὁμοίως καθόλου ἐπὶ τοῦ κατηγορουμένου, ὡς ἐπὶ τοῦ ὑποκειμένου λέγονται· τὸ γὰρ λογικὸν ἀνθρώπου μὲν παντὸς κατηγορεῖται, ζῴου δὲ οὐκέτι παντός, ἀλλὰ τῶν ζῴων τὰ μὲν ἐστι λογικά, τὰ δὲ ἄλογα. εἰ δὲ μένοι, φησίν, ἡ αὐτὴ γραφή, προσεκτέον τῷ οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς· συμπίπτει γὰρ ποτε τοῦτο· τὸ γὰρ θνητὸν καὶ τοῦ ζῴου διαφορά ἐστιν καὶ τοῦ ἀνθρώπου”. καὶ χάρις τῷ Βοήθῳ τὸν ἀρχὴν τῆς λύσεως ὑποδείξαντι. ἐπειδὴ γὰρ τοῦ ζῴου αἱ μέν εἰσιν διαιρετικαὶ διαφοραί, ὡς τοῦ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον, καὶ θνητὸν καὶ ἀθάντον, αἱ δὲ συστατικαί, ὡς τοῦ ζῴου τὸ τε αἰσθητικὸν καὶ τὸ ἀφ᾿ ἑαυτοῦ κινητόν, αἱ μὲν διαιρετικαὶ τοῦ κατηγορουμένου διαφοραὶ οὐ πᾶσαι τῷ ὑποκειμένῳ ὑπάρχουσιν (οὐ γὰρ δὴ καὶ αἱ ἀντικείμεναι· εἰ γὰρ τὸ λογικὸν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐ δήπου καὶ τὸ ἄλγον), αἱ μέντοι συστατικαὶ τοῦ κατηγορουμένου διαφοραὶ καὶ τῷ ὑποκειμένῳ πᾶσαι ὑπάρχουσιν· τὸ γὰρ αἰσθητικὸν καὶ τὸ ἔνδοθεν καινούμενον καὶ ἀνθρώπῳ καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρχει. τὸ οὖν οὐδὲν κωλύει εἴρηται διὰ τὸ μὴ πάσας ὑπάρχειν, ἀλλὰ τὰς συστατικὰς καὶ τῶν διαιρετικῶν τὰς οἰκείας τῷ μερικωτέρῳ, ὡς τὸ λογικὸν καὶ θνητὸν διαρετικὰ ὄντα τοῦ ζῴου τῷ ἀνθρώπῳ ὑπάρχει, οὐ μὴν καὶ τὰ ἀντικείμενα αὐταῖς. εἰσὶν δὲ καὶ διαιρετικαὶ ἀμφοῖν διαφορὶ αἱ αὐταὶ τὰ ἀντικείμενα αὐταῖς. εἰσὶν δὲ καὶ διαιρετικαὶ ἀμφοῖν διαφοραὶ τὸ μὲν ἐστι ποηφάγον, τὰ δὲ σπερμοφάγον,τὸ δὲ σαρκοφάγον, καὶ τοῦ ὀρνέου ὑπὸ τὸ ζῴον ὄντος αἱ αὐταὶ διαφοραί εἰσιν. ὁ μένοτι Ἀριστετελης αἰτίαν κατηγορεῖσθαι ἔοικεν τάς τε συστατικὰς τῶν ἀνωτέρω διαφορὰς γενῶν καγηγορεῖσθαι ἔοικεν τάς τε συστατακὰς τῶν ἀνωτέρω διαφορὰς τὰς αὐτὰς λέγειν καὶ τῶν κατωτέρω, καὶ τῶν διαιρετικῶν, ὡς εἶπον, τὰς οἰκείας. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι, ὅταν μὲν λέγῃ τῶν ὑπάλληλα γενῶν μηδὲν κωλύειν τὰς αὐτὰς εἶναι διαοράς, ὡε περὶ ἐνίων ἀποφαίνεται καὶ οὐχ ἁπλῶς περὶ πασῶν, ὅταν δὲ προσδιορίζηται τὰ ἐπάνω τῶν ὑπ᾿ αὐτὰ κατηγορεῖσθαι, καὶ ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσιν, τοσαύτας εἶναι καὶ τοῦ ὑποκειμένου, ὡς περὶ πασῶν καθόλου ἀποφαίνεται, μηδεμίαν αὐτῶν ὑπέξαιρούμενος. αὐτὸς δὲ τὴν ἀπορίαν ἔλυσεν ταύτην, ὡς εἶπον. εἰ γὰρ διότι τὰ ἐπάνω τῶν ὑποκάτω κατηγορεῖται. διὰ τοῦτο ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσιν, καὶ τοῦ ὑποκειμένου ἔσονται, δῆλον ὅτι οὐ πᾶσαι αἱ τοῦ ἐπάνω ἔσονται τοῦ ὑποκάτω, ἀλλ᾿ αἱ συστατικαὶ μάλιστα καὶ τῶν διαιρετικῶν τινές. καλεῖ δὲ ὁ Ἰάμβλιχος τὰς μὲν συστατικὰς τοῦ γένους γενικάς, τὰς δὲ διαιρετικὰς εἰδικάς. ὤστε εἰ μηδαμῶς αἱ αὐταὶ εἶεν διαφοραί τινων γενῶν μηδὲ ταὐτά εἴδη, δῆλον ὅτι ἕτερά ἐστιν ἐκεῖνα τὰ γένη ἀλλήλων καὶ οὐχ ὑπάλληλα. ἐὰν οὖν τῶν δέκα καγηγοριῶν ἕτεραι δειχθῆσιν διαφοραὶ καὶ ἕτερα τὰ εἴδη ἐκ τῆς ἑκάστου διαιρέσεως, δῆλον ὅτι ἕτερα γένη ἐστὶν καὶ οὐχ |ὑπάλληλα. χρήσιμος οὖν ἡ τοῦ θεωρήματος τούτου προδιάρθρωσις πρὸς τὸν περὶ τῶν κατηγοριῶν λόγον. δηλοῦσι δὲ καὶ αἱ πρὸς τὰς κατηγορίας ἐνστάσεις, ἃς φέρειν εἰώθασιν, ὅτι δὰ ὑπὸ τὸ αὐτὸ γένος διεῖλεν, ὡς τὸ ποιεῖν καὶ πάσχειν, ὑπὸ τὸ κινεῖσθαι ὄντα, ἢ ὅτι παρελείφθη τινὰ γένη, ὡς τὸ ὂν καὶ τὸ ἓν καὶ τὸ τὶ· καὶ μέντοι, εἰ μηδὲν κοινὸν ἔχοντα φανῇ τὰ γένη ταῦτα πρὸς ἄλληλα, δῆλον ὅτι οὔτε τὸ ὂν οὔτε τὸ ἓν οὔτε τὸ τὶ ὡς γένος κατηγορεῖται κατὰ τῶν δέκα γενῶν, εἴγε παντάπασιν παραλλάττει ταῦτα καὶ μηδὲν ἔχει κοινὸν πρὸς ἄλληλα.