Ancient Greek
Chapter 4
Simplicius, In Aristotelis Categorias Commentarium 4.1
Not analysed yet
Ρ. 1b 25 Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἕως τοῦ οἷον ἄνθρωπος, λευκόν, τρέχει, νικᾷ. Ταῦτα ἕπεται μὲν καὶ τῇ πρότερον παραδοθείσῃ διαιρέσει, ἐν ᾗ εἰς τὰ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς διῄρητο τὰ λεγόμενα· μετὰ γὰρ τὸ διελέσθαι τὰ σύνθετα καὶ ἁπλᾶ μόρια τῆς λέξεως εἵπετο διδάσκειν, εἰς πόσα καὶ τίνα γένη τὰ ἁπλᾶ ἀναφέρεται· κατ᾿ ἄλλον δὲ τρόπον ἀκολουθεῖ ταῦτα τῇ προσεχῶς εἰς ἐλάχιστα γενομένῃ τῶν ὄντων διαιρέσει· μετὰ γὰρ τὴν εἰς ἐλάχιστα τομήν, ὧν οὐκ ἦν ἐλάττω λαβεῖν, ἔδει τὴν εἰς πλεῖστα παραθεῖναι, ἧς οὐκ ἦν ἐπὶ πλείονα διελεῖν. ἕπεται μὲν οὖν ἐκείνοις, προηγεῖται δὲ τῶν ῥηθησομένων, διότι τὴν ἐν τύποις γνῶσιν ἀεὶ δεῖ τῆς ἀκριβοῦς προλαμβάνεσθαι καὶ τὴν ἐν κεφαλαίοις προσειλημμένην τῆς κατὰ διέξοδον παραδιδομένης. ὁ γὰρ ὁλοσχερῆ τὴν ἔννοιαν προλαβὼν ῥᾷον παρακολουθήσεις ταῖς κατὰ διέφοδον ἀνελέξεσιν. τιχῶς δὲ τῆς σημασίας αὐτῶν γινομένης, ἢ κατὰ τὴν ὀνομασίαν μόνην, ὅταν οὐσίαν λέγωμεν, ἢ ἀπὸ τῶν ὑποδειγμάτων, ὅταν λέγωμεν οἷον ἄνθρωπος ἢ ἵππος (τοῦτο γὰρ τὴν ὡε ἐν τύποις καὶ δι᾿ αἰσθήσεως φαινομένην ὑπογραφὴν δηλοῖ), καὶ τρίτον κατὰ τὰς προχείρους ἐννοίας καὶ κηδέπω τεχνικάς, σπευδούσας δὲ ἤδη πρὸς τὴν ἀκριβῆ τελειότητα, ὁ μὲν Ἀριστοτέλης ἐνταῦθα μὲν διὰ τοῦ ὀνόματος καὶ ὑποδείγματος ἐδήλωσεν τὰ γένη λέγων ἔστιν δὲ οὐσία μέν, ὡς τύπῳ εἰπεῖν, οἷον ἄνθρωπος, ἵππος· ποσὸν δὲ οἷον δίπηχυ, τρίπηχυ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἐν δὲ τοῖς περὶ ἑκάστου λόγοις καὶ τὴν ἔννοιαν τὴν περὶ αὐτῶν ἀνεγείρειν πειρᾶται· ὁ δὲ Ἀρχύτας καὶ ἐν τῇ πρώτῃ εὐθὺς διδασκαλίᾳ εἰπὼν τὸ ὄνομα καὶ τὸ ὑπόδειγμα προσθεὶς ἐφ᾿ ἑκάστου ἐπήγαγεν καὶ τὴν κατὰ τὴν ἔννοιαν ἰδιότητα, ὥσπερ ἐπὶ τῆς οὐσίας τὸ ὄνομα εἰπὼν καὶ τὸ ὑπόδειγμα προσέθηκεν “ἁπλῶς πάντα ὅσα καθ᾿ ἑαυτὰ ὑφέστηκεν”· ἡ γὰρ πρώτη ἔννοια τῆς οὐσίας οὕτως προσπίπτει ὡς καθ᾿ ἑαυτὴν οὔσης. πάλιν τῆς ποιότητος τὸ ὄνομα καὶ τὰ ὑποδείγματα ἐκθέμενος καὶ ταῦτα διττά, τὰ μὲν περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα, οὐ παραλείπει τὴν κατὰ ἔννοιαν ἰδιότητα λέγων “ἁπλῶς ὅσα συνυπάρχει τισίν”· μετὰ γὰρ τῆς ποιότητος αὕτη ἡ ἔννοια ἡμῖν συμπροσπίπτει ὡς συνυπαρχούσης τῆς ποιότητος καὶ τελειούσης τὴν οὐσίαν. τὴς δὲ ποσότητος κατὰ πάντα τὰ γένη τὰ ὀνόματα καὶ ὑποδείγματα ποιησάμενος, οἷον κατὰ τὸ πηλίκον, κατὰ τὴν ῥοπήν, κατὰ τὸ διωρισμένον, προσέθηκεν τὴν πρόχειρον ἔννοιαν εἰπὼν “ὅσα περὶ ἀριθμὸν ἢ κατὰ ἀριθμόν τι σημαίνει”, τῷ δὲ πρός τι τὸ ἁπλῶς πρὸς ἄλληλα λέγεσθαι καὶ ἄνευ ἀλλήλων μὴ πεφυκέναι σημαίνεσθαι, τῷ δὲ ποιεῖν “ὃ ἁπλῶς ἑτέρου πεφυκέναι μεταβάλλειν, τῷ δὲ ἔχειν τὸ “ἁπλῶς τὰ μὴ συνυπάρχοντα μηδὲ συμπεφυκότα, ἐπίκτητα δὲ ὄντα”, τῷ δὲ κεῖσθαι τὸ ἁπλῶς σώματός πως ἔχοντος σχηματισμὸν σημαίνειν, τῷ ποῦ δὲ τὸ ἁπλῶς τόπον ἀφορίζειν, τῷ ποτὲ δὲ τὸ ἁπλῶς χρόνον σημαίνειν. δῆλον οἦν ὅτι οὐ τὴν κατὰ τὰς αἰσθήσεις μόνην οὗτος παράδειξιν ἐποιήσατο, ἀλλὰ καὶ τὴν κατὰ τὰς ἐννοίας ὑπογραφήν. Ἀλλὰ τὴν τομὴν ταύτην τὴν εἰς τὰ γενικά γένη γενομένην τί φήσομεν; ἆρα διαίρεσιν; καὶ πῶς ἄν εἴη διαίρεσις, εἰ μὴτε ὡς γένος εἰς εἴδη διαιρεῖται μήτε ὡε ὅλον εἰς μέρη; οὔτε γὰρ ἔστιν τι κοινὸν τῶν δέκα κατηγοριῶν, ὁποῖον τὸ ὂν οἴονταί τινες ἢ τὸ τὶ, εἴπερ μὴ ἐπίσης πάντων κατηγορεῖται· γένους δὲ μὴ ὄντος οὐδὲ διαφορὰς εἶναι δυνατόν, εἰς ἃς τὸ γένος διαιρεθήσεται. ἀλλ᾿ οὐδὲ ὡς ὅλον εἰς μέρη διαιρεῖται· οὐ γὰρ ἔστιν τι κοινὸν σύγκριμα τὸ τὸν μερισμὸν τοῦτον ὑπομένον. καὶ ὅλως οὔτε ὡς ὁμοιομερῆ εἴη ἄν τινος μέρη, ἀνόμοια ὄντα, οὔτε ὡς ἀνομοιομερῆ· εἴτε ὡς ὁμοιομερῆ εἴη ἄν φησὶν εἴτε τὸ τὶ, ὁμοίως ἕκαστον ὂν καὶ τὶ λέγεται· καίτοι τοῖς ἀνομοιομερέσιν οὐχ ὑπάρχει τὸ τὰ μέρη καλεῖσθαι τῷ τοῦ ὅλου ὀνόματι. ἆρα οὖν τοῖς ἐπὶ στρατιᾶς ἔοικεν ἡ διαίρεσις τοῖς κατὰ λόχους συντεταγμένοις, ὥστε ὥσπερ λόχου λοχαγόν, οὕτως τὴν μὲν οὐσίαν ἐξηγεῖσθαι τῶν οὐσιῶν, τῶν δὲ ἄλλων ἑκάστην τοῦ καθ' ἑαυτὴν πλήθους. ἀλλὰ τοῦτο τὴν συνέχειαν καὶ ἀλληλουχίαν ἀναιρεῖ τῆς διακοσμήσεως, εἴπερ μηδεμίαν κοινότητα τῶν πρώτων γενῶν ἀπολείπομεν. βέλτιον οὖν τὰς μὲν διαφορὰς τῶν γενῶν ἀφορίζεσθαι κατá τινας πρώτας ἰδιότητας, καθόσον δὲ περὶ τὴν οὐσίαν ἐστὶν τὰ συμβεβηκότα καὶ ἐν τῇ οὐσίᾳ δφίσταται καὶ συντάττεται πρὸς αὐτήν, κατὰ τοσοῦτον ἀφομοιωτέον αὐτὰ τοῖς ἀφ' ἑνὸς καὶ περὶ ἓν συνταττομένοις. ταῦτα μὲν οὖν ὁ Ἰάμβλιχος ἀξιοῖ. ό δὲ Ἐρμῖνος 'ἀπαρίθμησις οὖν ἐστιν, φησίν, καὶ οὔτε διαίρεσις οὔτε μερισμός· οὐδὲν ΤὰΡ ὅλον ἐπ’ αὐτῶν οὔτε ὡς γένος οὔτε ἄλλον τρόπον ὅλον”. ἀλλὰ πρὸς μὲν τὰ τοῦ θείου Ἰαμβλίχου ἐκ τῶν αὐτοῦ ῥητέον ὅτι τὸ ἀφ' Ι ἑνὸς οὐκ ἀπὸ τῆς οὐσίας ληπτέον· οὕτως γὰρ οὐ τῶν δέκα τὴν ἀπαρίθμησιν, ἀλλὰ τὴν τῶν ἐννέα ποιησόμεθα· μᾶλλον δὲ ἀπὰ τοῦ ὄντος, ὅπερ ἐνταῦθα μὲν πολλαχῶς λεγόμενον εἰς τὰς δέκα κατηγορίας Ἀριστοτέλης διαιρεῖσθαι βούλεται, καὶ εἰκότως, ἐπειδὴ περὶ λέξεων σημαντικῶν ἐν τούτοις ὁ σκοπός· ἐν δὲ τῇ Μετὰ τὰ φυσικὰ ὡς ἀφ' ἑνὸς τοῦ ὄντος τὰ δέκα ἐν τάξει παράγεσθαί φησι, πρώτην ἐχούσης τάξιν τῆς οὐσίας καὶ περὶ αὐτὴν τῶν ἄλλω συνταττομένων. ὁ δὲ Ἑρμῖνος ἀμφιβάλλοντι ἔοικεν, εἰ τοσαῦτά ἐστιν τὰ γένη· γράφει γοῦν οὕτως· “διὸ εἰ μὲν μόνων τῶν λεχθησομένων εἰσὶν αἱ σημασίαι, τοσαῦτα ἂν εἴη τὰ πρῶτα γένη τοσαῦταί τε καὶ αἱ κατηγορίαι· εἰ δὲ καὶ ἄλλα παρ' αὐτά, οὐδὲ ἐκεῖνα ὁ λόγος διωθεῖται”· καίτοι τοῦ Ἀριστοτέλους πανταχοῦ τῷ πλήθει τούτῳ χρωμένου τῶν γενῶν καὶ οὔτε προξτιθέντος οὔτε ἀφαιροῦντος, ἀλλ' ἐγχρίνοντος ἀεὶ τὴν εἰς δέκα διαίρεσιν, ὥσπερ καὶ εἰς τέσσαρα τὴν τούτων συναίρεσιν ἐποιήσατο. Ἄλλοι δὲ πολλοὶ πρὸς αὐτὴν ἀμφεσβήτησαν, αὐτόθεν κατηγορουντες τῆς εἰς τοσοῦτον πλῆθος διαιρέσεως, ὥσπερ Ἀθηνόδωρος ἐν τῷ Πρὸς τὰς Ἀριστοτέλους μὲνν Κατηγορίας ἐπιγεγραμμένῳ βιβλίῳ, μόνην δὲ τὴν εἰς τοσοῦτον πλῆθος διαίρεσιν ἐξετάζοντι. καὶ Κορνοῦτος δὲ ἑν οἷς Πρὸς Ἀθηνόδωρον καὶ Ἀριστοτέλην ἐπέγραψεν καὶ οἱ περὶ τὸν Λούκιον δὲ καὶ τὸν Νικόστρατον, ὥσπερ πρὸς τὰ ἄλλα πάντα σχεδόν, σὕτως καὶ πρὸς τὴv διαίρεσιν ἀντεειρήκασιν. ληπτέον δὲ ἐν ὅροις ὡρισμένοις τὰς ἀντιλογίας τριχῇ διαστειλαμένους αὐτά. καὶ γὰρ οἱ μὲν ὡς πλεονάζουσαν αἰτιῶνται τὴν διαίρεσιν, ἔτεροι δὲ ὡς ἐλλιτῆ καταμέμφονται, τρίτοι δέ εἰσιν οἱ ἄλλα ἀντ' ἄλλων εἰσῆχθαι γἐνη νομίζοντες· γεγόνασι δέ τινες καὶ πλείονα ἅμα ἐγκαλοῦντες, οἱ μὲν ἔλλειψιν ἅμα Χαὶ πλεονασμόν, οἱ δὲ πρὸς τούτοις καὶ ἐνάλλαξιν τῶν γενῶν. λεγέσθωσαν δὲ ἐφ' ἑκάστου γένους ἀπορίαι τινὲν καὶ πρὸς αὐτὰς λύσεις, δι' ὦν τὸν τύπον τῆς ἀντιλογίας ἔστιν καταμαθεῖν, ἵνα μὴ πρὸς πάσας τιθέντες μηχύνωμεν. Λέγουσι τοίνυν οἱ πλεονασμὸν ἐγκαλοῦντες, ὡς οὐ καλῶς τῷ ποιεῖν τὸ πάσχειν ἀντέταξεν· ἐχρῆν γὰρ ἀμφοῖν ἕν κοινὸν γένος ἀφορίσασθαι τὸ κινεῖσθαι. πρὸς οὓς ῥητέον ὅτι τὸ ποιοῦν, καθὸ ποιεῖ, οὐ κινεῖται, ἀλλὰ κινεῖσθαι πολεῖ, ἀχίνητον ὂν αὐτό. ἔνια δὲ τῶν πολούντων ἐν τοῖς αἰσθητοῖς κατὰ συμβεβηχὸςκἴΜ-αι διὰ τὸ συνδραμεῖν εἰς ταὐτὸ τὰς δύο ἀρχάς, τὴν τε τοῦ ποιεῖν καὶ τὴν τοῦ πάσχειν. ἀλλ' ἴσως ἐχρῆν περὶ τοῦ πολεῖν καὶ πάσχειν ἀπορεῖν, πῶς οὐχὶ ὑπὸ τὰ πρός τι ἀνάγεται· τὸ γὰρ ποιοῦν εἰς πάσχον πολεῖ καὶ τὸ πάσχον ὐτὸ πολοῦντος πάσχει. ἢ κατὰ μὲν τὴν συνάρτησιν τησιν ταύτην ὑπὸ τὸ πρός τι ἀναχθήσεται, κατὰ μέντοι τὴν ἐνέργειαν καὶ τὸ πάθος ἄλλην ἔχοντα φύσιν ἄλλα πολεῖ γένη· καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων πρός τι, οἷον πατρὸς καὶ υἱοῦ, τὰ αὐτὰ ὡς μὲν καθ' αὑτὰ ὑφεστῶτα ὑπὸ τὴν οὐσίαν ἀνάγεται, κατὰ δὲ τὴν σχέσιν ὑπὸ τὰ πρός τι. ἀλλὰ πῶς τὸ κεῖσθαι οὐκ ἔστιν πάσχειν; πῶς δὲ τὸ ἔχειν οὐκ ἔστιν πολεῖν; ἢ τὸ κεῖσθαι οὐδὲν μᾶλλον πάθος ἐστὶν ἢ ἐωέργεια· κεῖσθαι γάρ ἐστιν τὸ καθῆ- σθαι, τὸ ἐστάναι· λαμβάνεται δὲ ἐν τῇ κατηγορίᾳ οὐ κατὰ τὰ πάσχειν ἢ ποιεῖν, ἀλλὰ κατὰ τὴν ἐν ἄλλφ ἔδρυσιν. οὕτως δὲ καὶ τὸ ἔχειν οὐ κατὰ τὸ πολεῖν, οὐδὲν γὰρ ἧττον πάσχειν ἐστῖν τὸ ὡπλίσθαι ἢ ὑποδεδέσθαι, ἀλλὰ κατὰ τὸ περικεῖσθαι. ἄλλοι δὲ κατ’ ἄλλον τρόπον αἰτιῶνται τὴν περιττότητα. οἱ γὰρ περὶ Ξενοκράτη καὶ Ἀνδρόνικον πάντα τῷ καθ' αὑτὸ καὶ τῷ πρός τι περιλαμβάνειν δοκοῦσιν, ὥστε περιττὸν εἶναι κατ’ αὐτοὺς τὸ τοσοῦτον τῶν γενῶν πλῆθος. ἄλλοι δὲ εἰς οὐσίαν καὶ συμβεβηκὸς διατέμνουσιν· καὶ οὗτοι δὲ ταὐτόν πως δοκοῦσι τοῖς προτέροις λέγειν τὰ συμβεβηκότα πρός τι λέγουσιν, ὡς ἄλλων ἀεὶ ὄντων, καὶ τὴν οὐσίαν καθ' αὑτό. ῥητέον οὖν κοινῇ πρὸς ἀμφοτέρους, ὅτι τὴν εἰς ἐλάχιστα τομὴν τοῦ Αριστοτέλους ζηλώσαντες ἀτελῶς αὐτῆς ὥψαντο, τὸ καθόλου καὶ τὸ μερικὸν παραλείποντες. καὶ μέντοι τὰ συμβεβηκότα πολλὰ ὄντα γένη ἀποστενοῦσιν εἰς ἕν τῶν συμβεβηκότων τὸ πρός τι. διὰ τί δέ, φασίν, ἄλλου ἐστὶν τὰ συμβεβηκότα; καίτοι κυρίως μὲν ἄλλου μόνα τὰ πρός τί ἐστιν, εἰ δὲ ὅτι ὁπωσοῦν τινός ἐστιν, καὶ τὰ καθ' αὑτὸ ἄλλου ἐστίν· ό γὰρ Σωκράτης Σωφρονίσκου ἐστὶν καὶ ὁ ἀγρὸς τοῦ κτήτοπος. εἰ οὖν οὕτως καὶ τὸ συμβεβηκὸς ἀναφέροιμεν πρὸς τὸ ὑπο- κείμενον, οὐδὲν θαμαστόν, ἐπεὶ αὐτὸ καθ' αὑτὸ φύσις ἰδία ἐστίν· καὶ ἡ ὕλη δὲ τὸ τὸ ὑποκείμενον αὐτὸ κατὰ τοῦτον τὸν λόγον πρός τί ἐστιν, καθὸ δὲ ἀρχή, καθ' αὑτό ἐστιν. οὕτως μὲν οὖν οἱ περὶ τὸν Ἰάμβλιχον καὶ Πορφύρλον διατάττονται. μήποτε δὲ τὸ ἄλλου εἶναι τοῦτο καὶ τὸ πρός τι τὸ τοιοῦτον τῷ συμβεβηχότι ὑπάρχει, καθῶς ἀντίκειται πρὸς τὴν οὐσίαν καθ' αὑτὸ οἶσαν καὶ ἑαυτῆς οὖσαν· τῷ γᾶρ’ καθ' αὑτὸ τὸ πρός τι καὶ τῷ ἑαυτοῦ τὸ ἄλλου ἀντίκειται· δηλοῖ δὲ καὶ Ἀριστοτέλης τὴν εἰς δύο ταύτην τομὴν παραλαβών. ἐκεῖνο δὲ ὀρθῶς ἴσως ἔχει λέγειν, ὅτι καλῶς ὁ Ἀριστοτέλης τὰς τοῦ συμβεβηκότος πολλὰς ἰδιότητας διεῖλεν οὐδὲ τὴν μίαν αὐτοῦ περίληψιν παραλιπών, ὥστε καὶ εἰς ὑποκείμενον καὶ τὰ περὶ τὸ ὑποκείμενον διαιρεῖ, ὅπερ εἵλοντό τινες, καὶ οὕτως πρὸς ὠρισμένον τὸ ὑποκείμενον ἀόριστα τὰ περὶ τὸ ὑποκείμενον ἀντιτίθησιν. Οἱ δὲ ἐλλείπειν ἀποφαινόμενοι τὴν διαίρεσιν, ὠς οἱ περὶ τὸν Νικόστρατον, στρατον, διὰ φασίν, τῷ μὲν ποιεῖν τὸ πάσχειν, τῷ δὲ ἔχειν οὐκ ἀντέθηκεν τὸ ἔχεσθαι; ἢ ἐχρῆν ἐφιστάνειν τοὺς ταῦτα λέγοντας, ὅτι τὸ ἔχεσθαι εἰς τὴν τοῦ κεῖσθαι κατηγορίαν ἐνέπιπτεν ἤδη διωρισμένην· ἔχει μὲv γάρ τις τὴν ἀσπίδα, ἔχεται δὲ ἡ ἀσπὶς ἐν τῷ οὑτωσὶ περικεῖσθαι· θέσις οὖν ἐστιν τοῦτο. ἀλλὰ Ι διὰ τί, φασὶν οἱ περὶ τὸν Λούκιον, τοὺς συνδέμους παραλέλοιπεν, εἰ λέξεις καὶ οὗτοι σημαντικαί; οὐ γὰρ δὴ ἄσμοι. ἢ ὅτι ***οὔτε προηγουμένη αὐτῶν ἐστιν ἡ σημασία, ἀλλὰ συσσημαίνουσιν, ὥσπερ τὰς διπλᾶς εἰώθαμεν παραγράφειν καὶ τὰς κορωνίδας, αἵτινες μετὰ τὼν γεγραμμένων σημαίνουσίν τι, αὐταὶ δὲ καθ' ἑαυτὰς οὐδὲν σημαίνουσιν· καὶ οἱ σύνδεσμοι γὰρ μετὰ τῶν ἄλλων μερῶν τοῦ λόγου κόλλῃ ἐοικότες συσσημίνουσιν. τρίτον δὲ οὐδὲ δόγου στοιχεῖά εἰσιν οἱ σύνδεσμοι, ἀλλ' εἴπερ ἄρα, λέξεως μέρη· οὐδὲ γὰρ ἡ κόλλα τοῦ χάρτου μέρος ἐστίν· οὐδὲ λέγονται οὖν, ἀλλ' εἴπερ ἄρα, ἐκφωνοῦνται μόνον. καὶ ἔτι μέντοι ῥητέον ὅτι κἂν σημαίνωσιν οἱ σύνδεσμοι καὶ λεκτικῶς σημαίνειν συγχωρηθῶσιν, κατὰ σύνταξιν σημαίνουσιν καὶ κατὰ συμποκήν· νῦν δὲ περὲ τῶν ἄνευ συμπλοκῆς ὁ λόγος. ἐπιζητοῦσιν δὲ καὶ τὰ ἄρθρα ποῦ ταχθήσεται. καὶ περὶ τούτων δὲ ὁ αὐτὸς λόγος· καὶ γὰρ ταῦτα οἶον σύνδεσμοί εἰσιν τὰ γένη προσσημαίνοντες τό τε ἄρρεν καὶ τὸ θῆλυ ἀορίστως· οὺ γὰρ τί ἐστιν δηλοῦσιν, διὸ καὶ ἀόριστα καλεῖται παρά τινων. ἀλλ' αἱ ἀποφάσεις καὶ αἱ στερήσεις αἵ τε διάφοροι τῶν ῥημάτων ἐγκλίσεις ἐν τίνι ταχθήσονται; ἢ πρὸς τοῦτο αὐτὸς Ἀριστοτέλης ἐν τοῖς ὑπομνήμασιν ἀπεκρίνατο· καὶ γὰρ ἐν τοῖς Μεθοδικοῖς καὶ ἐν ταῖς Διαιρέσεσιν xai ἐν ἑτέρῳ ὑπομνήματι οὗ ἐπιγραξὴ Τὰ περὶ τὴν λέξιν, ὅπερ εἰ καί τισιν οὐ δοκεῖ γνήσιον Ἀριστοτέλους, ἀλλά τινός ἐστι πάντως τῶν ἀπὸ τῆς σχολῆς, ὲν τούτοις προθεὶς τὰς κατηγορίας ἐπάγει "λέγω δὲ ταύτας σὺν ταῖς πτώσεσιν αὐτῶν" ἤτοι ἐγκλίσεσιν, ταῖς τε ἀποφάσεσιν καὶ ταῖς στερήσεσιν καὶ τοῖς ἀορίστοις συνέταξεν αὐτῶν τὴν διδασκαλίαν. ἔστιν οὖν τὸ ἀνυποδετεῖν ἦς αὐτῆς κατηγορίας, ἧς καὶ τὸ ὑποδεδέσθαι· καθόλου γὰρ ἐν τούτῳ ἔχουσαι τὸ εἶναι αἱ ἀποφάσεις καὶ αἱ στερήσεις ἐν τῷ τὰ ὄντα ἀναιρεῖν εἰκότως ἐκεῖνα ἀναπέμπονται, ἐν οἷς αἱ ἔξεις εἰσὶν καὶ αἱ καταφάσεις. ἀλλὰ τὸ ἕν, φασί, καὶ ἡ μονὰς καὶ τὸ σημεῖον πῶς οὐκ ἔξω πίπτει τῶν κατηγοριῶν; οὔτε γὰρ ποσόν ἐστιν, ὡς ἄν τῳ δόξειεν· οὔτε γὰρ συνεχές ἐστιν, ἅτε ἀμερὲς ὄν, οὔτε διωρισμένον· πᾶν δὲ ποσὸν ἢ συνεχὲς ἢ διωρισμένον εἶναι προσήκει, καὶ εἰ διωρισμένο, ἢ περιττὸν ἢ ἄρτιον. ἢ καὶ ὡς ἀρχὴ τῶν ἀριθμῶν καὶ ὡς μέτρον ἐν τῷ πρός τι καταταχθήσεται, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ. εἰ δὲ διττὸς ὁ ἀριθμός, ὁ μὲν ἀσώματος, ό δὲ σωματικός, ἔσται, ὡς καὶ ὁ Βόηθος ἄν φαίη, καὶ ἡ μονὰς διττή, ἡ μὲv οὐσία, ἡ ἐν τῷ νοητῷ ἀριθμῷ (τοῦτο δὲ καὶ Ἀριστοτέλει δοκεῖ), ἡ δὲ πρός τι ἢ ποσόν. ὕστερον δέ φησιν ὁ βόηθος μήποτε ἄμεινον εἶναι ποσὸν φάναι· ὡς γὰρ λευκότης ἔχει πρὸς λευκόν, οὕτως καὶ ἡ δυὰς πρὸς τὰ δύο· εἰ οὖν ἐκεῖνα ἄμφω ποιόν, καὶ ταῦτα ποσόν. ἀντιλέγουσιν δὲ τῷ Ἀλεξάνδρῳ δυνατὸν λέγοντι μέρος τοῦ ποσοῦ τὴν μονάδα τιθέναι καὶ διὰ τοῦτο ὲν τῷ ποσῷ καταριθμοῦντι αὐτήν. ἀριθμὸς γάρ ἐστιν τὸ ἐκ μονάδων συγκεύμενον πλῆθος· λέγουσιν οὖν ἀρχὴν εἶναι ἀριθμοῦ, ἀλλ' οὐχὶ μέρος ἀριθμοῦ· πανταχοῦ• πανταχοῦ δὲ ἔτερον εἶναί τὴν ἀρχὴν καὶ τὸ οὗ ἐστιν ἀρχή, ὤσπερ καὶ τὸ σημεῖον ὰιαστημάτων ἀρχὴ ὂν οὐκ ἄν εἴη διάστημα. ἀλλ' εἰ καὶ ἀρχὴ καὶ πρός τι ταῦτα, ἐπειδὴ πάντα τὰ πρός τι φύσιν ἔχοντα ἰδίκν οὕτως ἔχει καὶ τὸ πρός τι εἶναι, ὡς ό πατὴρ ἄνθρωπος ὤν καὶ οὐσία πρός τί ἐστιν κατὰ τὸ πατήρ, ἔδει καὶ ἐπὶ τούτων εἰπεῖν ὅτι ὄντα ἀρχαὶ καὶ πρός τί εἰσιν, καθὸ ἀρχαί. μήποτε οὖν διττῆς οὔσης τῆς ἀρχῆς, τῆς μὲν συντεταγμένης, τῆς δὲ ἐξῃρημένης, ἡ συντεταγμένη ἐν τῷ αὐτῷ γένει ἐστίν, ὤσπερ καὶ τὸ μέσον καὶ τὸ πέρας· τάχα δὲ καὶ ή ἐξῃρημένη ἐν τῷ αὐτῷ γένει ἐστίν. εἰ γὰρ καὶ ἡ ἐξῃρημένη τοῦ ἀριθμοῦ μονὰς συνῃρημένος ἐστὶν ἀριθμός, ἐν τῷ αὐτῷ ἂν εἴη γένει τό τε συνῃρημένον καὶ τὸ διωρισμένον. καὶ γὰρ τοῦ εἴδους συνῃρημένου καὶ διακεκριμένου ἄντος καὶ τοῦ μὲν ὀνόματος τὸ συνῃρημένον ἢ ὡς οἱ Στωικοί φασι τὸ κεφαλαιῶδες δηλοῦντος, τοῦ δὲ ὁρισμοῦ τὸ διακεκριμένον, ἐν τῷ αὐτῷ ἂν εἴη γένει τό τε ὄνομα καὶ ὁ ὁρισμός. καὶ ἡ ὕλη δὲ καὶ τὸ εἶδος ἀρχαὶ οὖσαι τῆς συνθέτου οὐσίας οὐσίαι καὶ αὐταί εἰσιν, κἂν μὴ ἐνταῦθα παρελήφθησαν. καὶ περὶ τοῦ σημείου δὲ τὰ αὐτὰ καὶ ἀπορεῖν οἶμαι ἔξεστιν καὶ ἐπιλύεσθαι. βέλτιον Γ δέ φασιν οἱ κλεινότεροι τῶν ἐξηγητῶν ὁμώνυμον τὸ ἓν ἀπολείπειν κατὰ τὰς δέκα κατηγορίας, ὥσπερ καὶ τὸ ὄν· τῶ δὲ ὁμωνύμων οὔτε διαίρεσις ἔστιν ἀφωρισμένη οὔτε εἰς ὣν γένος ἀναγωγή. Οἱ δέ γε τρίτοι λοιπὸν οἱ ἀνταλλαγὴν αἰτιώμενοι καὶ λέγοντες ἄλλα ἀντ' ἄλλων παρειλῆφθαι γενῶν τὴν κίνησίν φασι δεῖν ἀντὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν παραλαμβάνειν. οὔτε γὰρ εἰς ἄλλο γένος ἀνάγειν τὴν κίνγσιν δυνατὸν οὔτε ἄλλο τι γένος αὐτῆς ἐν τῷ τί ἐστιν κατηγορεῖται· ἀλλ' οὐδὲ εἰς τὸ ποιεῖν ἀνάγεται· πολλαὶ γὰρ ἐν τῷ πάσχειν εἰσὶ κινήσεις· ἀλλ' οὐδὲ εἰς τὸ πάσχειν· ποῦ γὰρ αἱ ἐν τῷ ποιεῖν κινήσεις καταταχθήσονται; πρὸς οὕς ῥητέον ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἐν πάσαις θεωρεῖται ταῖς κατηγορίαις ὁμωνύμως δπάρχον αὐταῖς, διὸ ἐν οὐδεμιᾷ ἀφωρισμένως κατατέτακται. καὶ ἡ κίνησις τοίνυν ὁδὸς οὖσα τοῦ δυνάμει εἰς ἐντελέχειαν ἄλλως μὲν ἐν τῇ οὐσίᾳ θεωρεῖται, γένεσις οὖσα ἢ φθορά, ἄλλως δὲ ἐν τῷ ποσῷ, αὔξησις καὶ μείωσις λεγομένη, ἄλλως δὲ ἐν τῷ, ποιῷ, ὅταν ἀλλοίωσιν αὐτῆν ὀνομάζωμεν, καὶ ἄλλως ἐν τῷ ποῦ καὶ καθ' ἑκάστην κατηγορίαν ἄλλως. πῶς οὖν οἷόν τε μίαν κατηγορίαν εἶναι τὴν κίνησιν ὁμωνύμως καὶ αὐτὴν ὑπάρχουσαν; καὶ ἐπὶ τῆς στάσεως δὲ τῆς ἀντικειμένης τῇ κινήσει τὰ αὐτὰ ῥητέον. εἰ γὰρ τις εἴη τῷ ὄντι στάσις, οὐκ ἐν τοῖς αἰσθητοῖς, ἀλλ' τοῖς νοητοῖς ἐκείνην Ι ζητεῖσθαι προσήκει. Οἱ δέ γε Στωικοὶ εἰς ἐλάττονα συστέλλειν ἀξιοῦσιν τὸν τῶν πρώτων γενῶν ἀριθμὸν καί τινα ἐν τοῖς ἐλάπποσινν ὑπηλλαγμένα παραλαμβάνουσιν. πολοῦνται γὰρ τὴν τομὴν εἰς τέσσαρα, εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἕχοντα καὶ πρός τί πως ἕχοντνα. καὶ δῆλον ὅτι πλεῖστα παραλείπουσιν· τό τε γὰρ ποσὸν ἅντικρυς καὶ ἐν χρόνῳ καὶ ἐν τόπῳ. εἰ γὰρ τὸ πῶς ἕχον νομίζουσιν αὐτοῖς τὰ τοιαῦτα περιλαμβάνειν, ὅτι τὸ πέρυσιν ὅν ἢ τὸ ἐν Λυκείῳ ἢ τὸ καθῆσθαι ἣ ὑποδεδέσθαι διάκειταί πως κατά τι τούτων, πρῶτον μὲν πολλῆς οὕσης τῆς ἐν τούτοις διαφορᾶς ἀδιάρθρωτος ἡ τοῦ πῶς ἕχειν κοινότης προσφέρεται κατ’ αὐτῆς, ἕπειτα τὸ κοινὸν τοῦτο τὸ πῶς ἕχειν καὶ τῷ ὑποκειμένῳ ἁρμόσει καὶ τῷ ποσῷ μάλιστα· καὶ ταῦτα γὰρ διάκειταί πως. Ταῦτα μέν οὖν πρὸς ἑκάστην τῶν ἐναντιολογιῶν ἕστιν ἰδίως ἀπολογούμενον είπεῖν· κοινῇ δὲ πάντας λέγειν ὅτι τὰς είσαγωγικὰς πραγματείας οὐκ ἕδει πρὸς ἀκρίβειαν διακειμένας ἀπαιτεῖν· οὐ γὰρ ὑποφέρουσιν τὴν ἀκρίβειαν αἱ τῶν πρωτοπείρων ἀκοαί. δεύτερον ὅτι δύσκολος ἡ ἐπιχείρησις τὰς γενικωτάτας τῶν ὅντων διαφορὰς ἥτοι τὰς σημαντικὰς αὐτῶν λέξεις διελέσθαι, καὶ διὰ τοῦτο χρὴ μᾶλλον συναγωνίζεσθαι τῇ χαλεπότητι τῆς ἐπιχειρήσεως, ἀλλὰ μὴ κακοσχόλως αὐτῇ προσφιλονεικεῖν. τρίτον δὲ ἅν λέγοιμεν ὅτι καὶ πάντες οἱ ἅλλως διελόμενοι μείζοσιν ἃν ὑπάγοιντο τοῖς ἐγκλήμασιν, ὦν οἱ ἀκριβέστεροι δοκοῦντες οἱ Στωικοὶ τὴν εἰς τέσσαρα τομὴν ποιησάμενοι εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἕχοντα καὶ πρός τί πως ἕχοντα οἶα παραλείπουσιν εἵρηται πρότερον· εἰ δὲ καὶ οἱ νεώτεροι, οἶς εὐκολώτερον ἦν τὸ προσθεῖναι τὸ λεῖπον, καὶ αὐτοὶ ὅμως πολλὰ φαίνονται σφαλλόμενοι, πῶς οὐ χρὴ τοῖς πρώτοις ἐπιβαλλουσιν συγγνώμην ἕχειν, εἰ καὶ τῆς ἀκριβείας τι παραλιμπάνουσιν; ὅλως δὲ ὁ πρὸς τὴν διαίρεσιν ἣ ἀπαρίθμησιν ταύτην ἀντιλέγων ἵστω μὴ πρὸς Ἀριστοτέλη πρώτως, ἀλλὰ πρὸς Πυθαγορείους καὶ Ἀρχύταν ἀντιλογίαν ποιούμενος, ὃς πρὸ τοῦ Ἀριστοτέλους τὴν εἰς δέκα γένη διαίρεσιν ἐποιήσατο. Εἰ δέ τις ἐπιθυμεῖ περιληπτικήν τινα διαίρεσιν ἀκοῦσαι τὰ δέκα γένη ταῦτα περιλαμβάνουσαν, τάχα ἃν εἵη τοιαύτη. ἐπειδὴ τὰ ὅντα πάντα ἣ ὑπάρξεις εἰσὶν καὶ δυνάμεις ἣ ἐνέργειαι, αἱ δὲ δυνάμεις μέσαι οὖσαι ταῖς ὑπάρξεσι μᾶλλον συνθεωροῦνται, διχῇ τὴν πρώτην διαιρετέον εἵς τε τὰς ὑπάρξεις αὐτὰς τὰς ἐνεργούσας ἣ πάσχούσας καὶ εἰς τὰς ἐνεργείας. καὶ τὰς μὲν ἐνεργείας πάσας ἡ τοῦ ποιεῖν κατηγορία περέχει, τὰ δὲ πάθη ἡ τοῦ πάσχειν. τῶν δὲ ὑπάρξεων αὐτῶν αἱ μὲν καθ’ ἑαυτὰς ἕχουσι τὸ εἶναι, ἃς ἡ πάσας περιείληφεν, αἱ δὲ ἐν ἅλλοις ὑφεστήκασιν. καὶ τούτων αἱ μὲν κατὰ σχέσιν θεωροῦνται, αἱ δὲ ἅσχετοί εἰσιν. καὶ τῶν ἀσχέτων αἱ μὲν κατὰ τὸν χαρακτῆρα καὶ τὴν οἶον μορφὴν τῶν σωματικῶν ὑπάρξεων θεωροῦνται, ὥσπερ αἱ κατὰ τὸ ποιὸν ἀφοριζόμεναι πᾶσαι, αἱ δὲ κατὰ τὴν διάστασιν καὶ τὸν πληθυσμὸν ὥσπερ αἱ κατὰ τὸ ποσόν· δύο γὰρ αὖται ἅσχετοι διαφοραὶ τῶν ἐν ἅλλοις ὑφεστηκότων κατὰ ὕπαρξιν γενῶν θεωροῦνται. τῶν δὲ κατὰ σχέσιν αἱ μὲν πρὸς ἀντιστρέφοντα λέγονται, ἅς πάσας ἡ τοῦ πρός τι περιέχει κατηγορία, αἱ δὲ οὐ πρὸ ἀντιστρέφοντα· καὶ τόύτων τούτων αἱ μὲν κατὰ τὴν πρὸς σώματα σχέσιν θεωροῦνται, αἱ δὲ κατὰ τὴν πρὸς ἀσώματα· καὶ τούτων ἡ μὲν κατὰ τὴν πρὸς τόπον, ἡ τοῦ ποῦ κατηγορία περιέχει, ἡ δὲ κατὰ τὴν πρὸς χρόνον, ἅπερ ἐν τῇ ποτὲ περιέχεται. τῶν δὲ κατὰ τὴν πρὸς σώματα σχέσιν ἡ μὲν κατὰ τὴν πρὸς ἐκεῖνα ἐφ’ ὧν ἱδρύμεθα ἣ ἑστῶτες ἣ καθήμενοι ἥ ἀνακείμενοι, ἅπερ πάντα ὑπὸ τὴν τοῦ κεῖσθαι κατηγορίαν ἀνάγεται, ἡ δὲ κατὰ τὴν πρὸς τὰ περικείμενα, ὅσα ἡ ἕχειν κατηγορία περιείληφεν· τὰ γὰρ σώματα, πρὸς ἅ ἡ σχέσις ἡ τοιύτη, οὕτως ἕχει ὠς ἥ ἡμᾶς ἐν ἐκείνοις ἣ ἐκεῖνα ἡμῖν ἱδρῦσθαι. τοιαύτη ἄν τις εἵη καὶ παρ’ ἡμῶν ἡ πεπορισμένη τοῖς ἐκ διαιρέσεως ἀνελλιποῦς ἐπιθυμοῦσιν τὰ δέκα γένη λαβεῖν, καὶ αὕτη πολλὰς εὖ οἶδα ὅτι τοῖς ἀκριβολογεῖσθαι βουλομένοις εὐθύνας ὑφέξουσα. ὁ μέντοι θεῖος Ἰάμβλιχος καὶ αὐτὸς ἀπαράλειπτον τὴν τῶν γενῶν διαρίθμησιν δείκνυσι. πρῶτον μὲν ὑπόκειταί τι τοῖς πᾶσιν, ἐφ’ οὖ προΰπάροντος άρχοντος ἐγγίνεται τὰ ἐν αὐτῷ μόνως ὑφιστάμενα. ἔπειτα τὰ συνυπάρχοντα τῷ ὑποκειμένῳ συνθεωρεῖται· ταῦτα δέ ἐστιν ποιότης τε καὶ ποσότης, ἡ μὲν πληθύουσα, ἡ δὲ εἰδοποιοῦσα τὸ ὑποκείμενον. αἱ δὲ σχέσεις θεωροῦνται περὶ τὸ ὑποκείμενον, καθ’ ἄς θεωροῦνται αἱ ἅλλαι κατηγορίαι. Ἀρχύτας δὲ Πυθαγορικῶς ἐπιχειρῶν ἐπὶ τὰς ἀρχὰς ἅγει πάσας τῶν ὅντων τὴν αἰτίαν τοῦ τῶν δέκα άριθμοῦ. τέχνην γὰρ πᾶσαν καὶ ἐπιστήμην φησὶν τεταγμένον τι εἶναι καὶ ὡρισμένον πρᾶγμα· τὸ δὲ τοιοῦτον ἐν ἀριθμῷ ἀφορίζεσθαι· ρίζεσθαι· τὸν δὲ σύμπαντα ἀριθμὸν δεκάδα εἶναι, καὶ εἰκότως ἅρα τὰ πάντα εἰς δέκα διῃρῆσθαι καὶ τὰ εἵδη πάντα δέκα εἶναι καὶ τοὺς εἰδητικοὺς κοὺς ἀριθμοὺς δέκα ὑπάρχειν, ἕτι δὲ καὶ τὰἀκρωτήρια ἀκρωτήρια τοῦ σώματος ἕχειν δέκα μέρη· καὶ τὰ στοιχεῖα οὖν τοῦ παντὸς λόγου δέκα εἶναι. ἀλλὰ καὶ διὰ τῆς ἐπαγωγῆς δυνατὸν τὸ αὐτὸ παραμυθήσασθαι· ἔξεστι ἔξεστι γὰρ ὁτιοῦν τῶν ὄντων ὁρᾶν ὅπως εἰς ἕν τι πάντως ἀναφέρεται. Ἀλλ’ ἐπειδὴ ταῦτα μετρίας ἔτυχεν διαρθρώσεως, εἰς τὴν λέξιν εἰσελθεῖν εὔκαιρον. καὶ ὅτι μὲν περὶ φωνῶν ἐστι σημαντικῶν ὁ σκοπός, ὡς πολλάκις ἐλέγετο, καθὸ σημαντικαί εἰσιν, ἐδήλωσεν εἰπών· τῶν μηδεμίαν συμπλοκὴν λεγομένων ἔκαστον ἤτοι οὐσίαν ἢ ποσὸν καὶ τὰ ἑξῆς. τὰ γὰρ πράγματα οὔτε λεγόμενά ἐστιν οὔτε σημαίνει, ἀλλὰ σημαίνεται. κἂν τῶν ὄντων δὲ αὐτῶν |λέγῃ τις αὐτὸν ποιεῖσθαι τὴν διαίρεσινἤ ἢ τὴν ἀπαρίθμησιν, ἀλλὰ οὐχ ᾗ ὄντα, ᾗ ὑπὸ τοιῶνδε φωνῶν, ἀλλά γε μόνον κατὰ τὴν πρὸς ἄλληλα σύνταξιν τῶν τε φωνων και των οντων γινωσκονται. ει μεν οη φησι καὶ τα σημαινομενα δέκα τὸν ἀριθμὸν καὶ τὰ σημαίνοντα ἴσα τούτοις, καὶ δῆλον ὅτι καὶ ὴ τῶν ἐννοιῶν τῶν περὶ αὐτῶν τῶν πραγμάτων διαίρεσις συμπεριλαμβάνεται. ἐνὶ γὰρ τῶν τριῶν διαιρεθέντι συνοδιαιρεῖται καὶ τὰ λοιπὰ διὰ τὴν τῶν τριῶν πρὸς ἄλληλα συνάρτησιν· ἤρτηνται γὰρ ἀπὸ μὲν τῶν πραγμάτων τὰ νοήματα, ἀπὸ δὲ τῶν νοημάτων αἱ φωναί. ὥστε εἴ τις λέγοι τὴν φωνὴν εἶναι τοῦ νοήματος μόνου σημαντικὴν ἐπὶ τῶν καθόλου γενῶν καὶ τῶν κοιῶν πάντων, λέληθεν αὑτὸν ἀτιμότερα τὰ κοινὰ τῶν ἀτόμων ἀποφαίνων· καὶ γὰρ τὸ μὲν Σωκράτης τριττὸν εἶναι ὁμολογεῖ, τόν τε φιλόσοφον αὐτὸν καὶ τὴν περὶ αὐτοῦ ἔννοιαν καὶ τὸ ὄνομα τὸ τρισύλλαβον, τῶν δέ γε γενῶν ἕκαστον διχῶς ἀξιοῖ θεωρεῖν, κατὰ τὸ ὄνομα καὶ κατὰ τὸ νόημα μόνον. καίτοι ἡ ἡ φωνὴ μάταιος ἄν εἴη καὶ τὸ νόημα κενόν, εἰ μηδὲν τῶν ὄντων εἴη τὸ σημαινόμενον καὶ νοούμενον. οἱ δὲ ἀναιροῦσι μὲν τὴν τῶν κοινῶν φύσιν, ἐν δὲ τοῖς καθ' ἔκαστα αὐτὰ μόνοις ὑφεστάναι νομίζουσιν, αὐτὰ καθ’ αὑτὰ μηδαμοῦ θεωροῦντες· καὶ περὶ μὲν τῆς κοινότήτος ὀρθῶς λέγουσιν, ἔδει δὲ καὶ τὴν ἐξῃρημένην ἐννοεῖν, ἀφ' ἧς ἐστιν ἡ κατατεταγμένη· πρὸ γὰρ τοῦ κατατεταγμένου τὸ ἐξῃρημένον καὶ πρὸ τοῦ ἄλλου ὄντος τὸ ἑαυτοῦ ὄν. εἰ μὴ] ἄρα ἐκεῖνο τὸ ἐξῃρημένον καὶ τῶν μεθ' ἑσυτὸ αἴτιον, αἴτιον, οὐ κατὰ τὴν καινότητα μόνην θεωρητέον. οἷον τὸ πάντων αἴτοιν τῶν ζῴ ἀνθρώπων λέγω καὶ ἵππων καὶ τῶν λοιπῶν, ἢ οὐρανίων καὶ ἀερίωνν καὶ ἐνύδρων καὶ χθονίων, εἰ κατὰ μόνην ἐθεωρεῖτο τὴν τοῦ ζῴου φύσιν, μόνην ἄν τὴν κοινότητα τῶν χῴων παρῆγεν· ἐπειδὴ δὲ καὶ τὰ εἴδη παράγει τῶν ζῴων, δηλονότι οὐ τῆς κοινότητος μόνης, μόνης, ἀλλὰ καὶ τῶν διαφόρων εἰδῶν ἐστιν ἕνωσις συνῃρημένως προϋπάρχουσα, καὶ ἔστιν πάντα πρὸ πάντων, καὶ τὴν κοινότητα καὶ τὰς διαφορὰς παράγον κατὰ τὴν ἀμφοῖν ἐξῃρημένην ὑπεροχήν. μήποτε δὲ οὐδὲ ὲν τοῖς παραπολλάκις γομένοις ὅλως ἐστὶν ἡ κοινότης τοιαύτη, οἵαν ἡμεῖς ἐννοοῦμεν ἀδιάφορον. ὅταν γὰρ οὐσίαν καὶ τὴν ψυχὴν λέγωμεν καὶ τὸ σῶμα, τί ἄν εἴη πάντῃ κοινὸν καὶ ἀδιάφορον ἔν τε ψυχῇ καὶ ἐν σώματι; ἀλλὰ καὶ τὸ κοινὸν δῆλον ὅτι διαφορεῖται μετὰ διαφορῶν ὑφιστάμενον, ἵνα καὶ σύμμετρον γένηται πρὸς τὰς διαφοράς· οὐ γὰρ ἄν ἡ τῆς ψυχῆς οὐσία ταῖς τοῦ σώματος διαφοραῖς συμπλακείη ποτέ. καὶ τὸ διάφορον μέντοι κεκοίνωται κατὰ τὴν ἀπὸ τοῦ ἑνὸς ἐνδοθεῖσαν ἕνωσιν τοῖς πᾶσιν, ἵνα μὴ διεσπασμένα πάντα ᾖ τὰ ὑφ’ ἑνὸς παραγόμενα. ἀλλ' ἡμεῖς πολλοῦ μετέχοντες τοῦ τε καὶ τοῦ διεσπαμένου τήν τε κοινότητα αὐτὴν καθ' ἑαυτὴν ὡς ἀδιάφορον ἐξαιροῦμεν ταῖς ἐννοίαις, ἥτις οὔτε ἐν τοῖς ἀτόμοις ἐστίν· διαφορεῖται τὰρ αὕτη· οὕτε ἐν τοῖς πρὸ τῶν ἀτόμων· ἐκεῖνα γὰρ οὐ τὸ κοινὸν μόνον, ἀλλὰ καὶ τὰ διάφορον ἐν ἄλλῃ τινὶ φύσει προείληφεν ἡμῖν μὲν κατὰ ἀλήθειαν ἀγνώστῳ, αἰτίᾳ δὲ τῆς διαφορουμένης ταύτης κοινότητος καὶ τῆς κεκοινωμένης διαφορότητος· τὸ συναμφότερον γὰρ ἅμα παράγει. ὅταν οὖν Σωκράτης διαλεγόμενος τὸ ἐν πᾶσιν καλὸν καὶ τὸ ἐν πᾶσιν ἴσον προφέρειν δικῇ, οὐχ ὅτι ἐστὶ τὸ ἐν τοῖς πολλοῖς καλὸν παντελῶς ἀδιάφορον, ἀλλ' ὅτι τέως ἠμῶν τὴν ἔννοιαν καὶ μὴ δυναμένην τὸ κολνὸν ἀπὰ τοῦ ἰδίου διιστὰν ἡ διαλεκτικὴ μέθοδος διακρίνει καὶ τότε λοιπὸν τὰς ἐννοίας εἰς ἕνωσιν ἀντὶ τῆς συγχύσεως περιάγει (τοῦτο γάρ ἐστιν τὸ διαλεκτικῆς τέλος, ὡς καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης ἐδήλωσεν), μήτε οὖν τῷ Πλάτωνι ἤτοι τῷ Πλάτωνος διδασκάλῳ Σωκράτει μεμφώμεθα τὰ κοινὰ εἴδη πανταχοῦ διαλεκτικῶς ὑποδεικνύντι τὰ ἐν μεθέξει καὶ τὰ πρὸ τῆς μεθέξεως· ἔδει γὰρ τοὺς μόνας τὰς τῶν ἀτόμων διαφορὰς ἐννοοῦντας οὕτως τῆς τε ἐν τοῖς ἀτόμοις κοινότητος καὶ τῆς κοινῆς αἰτίας ὑπομιμνῄσκειν· μήτε δὲ τὸν Ἀριστοτέλη διαπαίζωμεν ὡς ἀγνοοῦντα τàς κοινὰς φύσεις καὶ τὰς προüπαρχούσας αἰτίας, τὸν λέγοντα μὴ γίνεσθαι ὅλως ἀπάδειξιν ἄνευ καθολιῆς προτάσεως, ἀλλ' ἐπαινῶμεν μᾶλλον ὡς θαυμαστῶς κατανοήσαντα. ὅτι τὰ κοινὰ ταῦτα καὶ πάντῃ ἀδιάφορα αὐτὰ καθ' αὑτὰ οὐκ ἔστιν ἐν ὑποστάσει τῶν ὄντων, ἀλλ' ἡμεῖς ἀφελόντες αὐτὰ ἐν ταῖς ἡμετέραις ἐννοίαις Γ καθ’ ἐαυτὰ ὐπεστήσαμεν. ἀλλὰ ταῦτα μὲν μὴ καὶ πλείονα τοῦ εἴρηται δὲ διὰ τοὺς μ΄την διιστάναι τοὺς κλεινοτάτους τῶν φιλοσόφων φιλονεικοῦντας. Ἐπειδὴ δὲ καὶ τῶν ἁπλῶν φωνῶν εἰσίν τινες, αἵτινες κἂν ἁπλαῖ ἀλλ᾿ οὖν οὐδὲν σημαίνουσιν ἄνευ τῆς πρὸς ἄλληλα συμπλοκῆς, ὥσπερ οἱ σύνδεσμοι καὶ τὰ ἄρθρα καὶ αἱ προθέσεις, διὰ τοῦτο εἶπεν τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνειν ἢ ποσὸν ἢ ποιόν, ἵνα μὴ μόνον ἐκείνης τῆς κατὰα συμπλοκὴν σημασίας της καταφασεις ποιουσης καὶ σποφασεις εἰεν κεχωρισμεναι αἱ τῶν γενικῶν σημαντικαὶ φωναί, ἀλλὰ καὶ τῶν ἁπλῶν μέν, κατὰ συμπλοκὴν δὲ μόνην σημαινουσῶν, ὡς τῶν εἰρημένων. ἀλλ᾿ πῶς τὸ ἀσύμπλεκτον δεῖ θεωρεῖν; πότερον τῇ φωνῇ ἢ τῇ δυνάμει καὶ τῷ σημαινομένῳ; εἰ μὲν γὰρ τῇ φωνῇ. συμβήσεται μὴ πᾶσαν ἁπλῆν φωνὴν μίαν μόνην δηλοῦν κατηγορίαν· τὸ γὰρ ζῶ, ὡς εἴρηται πρότερον, καὶ τὸ ἐγὼ προσσημαῖνον οὐσίαν ἅμα καὶ ἐνέργειαν ἢ πάθος δηλοῖ, καὶ τὸ ὕει, ἐπειδὴ καὶ ὅτι ὁ Ζεὺς σημαίνει, εἴς τε οὐσίαν καὶ εἰς τὸ ποιεῖν ἀναχθήσεται. εἰ δὲ πρὸς τὴν δύναμιν τὸ ἀσύμπλεκτον ὑποθοίμεθα, τὴν αὐτὴν λέξιν διαφόρους ἔχουσαν δυνάμεις ὑπὸ διαφόρους κατηγορίας ἀνάξομεν, ὡς τὸ αἰκίζομαι τὸ ποιεῖν καὶ τὸ πάσχειν καὶ πάντα τὰ μέσα ῥήματα· καὶ τὸ βορέας δὲ τὸ τὸ τε πνεῦμα |δηλοῦν καὶ τὸ κλίμα ὐπὸ τὴν οὐσίαν ἀνχθήσεται καὶ τὸ ποῦ. μήποτε οὖν πρὸς μὲν τὰς δυνάμεις ἀφορᾶν δεῖ τὰς σημαντικάς, διελόμενον δὲ αὐτὰς οὕτως ἑκάστην ὐπὸ τὴν οἰκείαν ἀνάγειν κατηγορίαν, κἂν ἡ αὐτὴ λέξις ᾖ, μὴ διαφερόμενον· καὶ γὰρ καὶ αἱ λέξεις καθὸ σημαντικαί εἰσιν παραλαμβάνονται. εἰ δὲ τὰ ἄνευ συμπλοκῆς ταῦτά ἐστιν, δηλονότι κατὰ συμπλικήν ἐστι τὰ τούτοις ἀντικείμενα, τὰ ἐν δυοῖν ἢ καὶ πλειόνων τελείων κατηγοριῶν συγκείμενα καὶ λόγον ποιοῦντα ὡς τὸ ‘ἄνθρωπος περιπατεῖ’. οὔτε οὖν τὰ ὁμώνυμα οὔτε τὰ συνώνυμα οὔτε τὰ παρώνυμα, κἂν πλειόνων ἐφάπτεται, κατὰ συμπλοκὴν λέγεται, ἀλλ᾿ οὐδὲ τὰ ὑποσύνθετα λεγόμενα κατὰ συμπλοκὴν ἂν εἴη, ὡς τὸ λιθοβολεῖ ψευδοδοξεῖ βουκολεῖ· οὐδὲ γὰρ ταῦτα ἐκ τελείων συνίσταται τῶν κατηγοριῶν· ἀλλ᾿ οὐδὲ τὸ ἐκ πλειόνων λέξεων, ὅταν ἓν ᾖ καὶ τὸ αὐτὸ σημανινόμενον, ὡς επὶ τῶν ὁρισμῶν. τὸ γὰρ ‘ζῷον λογικὸν θνητόν’ λόγος μέν ἐστιν, ἀλλ᾿ οὔτε πλείονα σημαίων, ἀλλ᾿ ἓν μόνον, τὸν ἄνθρωπον, οὔτε ἐκ πλειόνων κατηγοριῶν συσυγκείμενος· οὐσίαι γὰρ καὶ τὸ γένος καὶ αἱ οὐσιώδεις διαφοραί. δεῖ οὖν καὶ τὸ κατὰ συμπλοκὴν τῇ δυνάμει λαμβάνειν, ἀλλὰ μὴ τῇ λέξει, ὥστε ἐνίοτε μὲν φωνὰς κατὰ συμπλοκὴν ῥητέον, ὅταν αυμπεπλεγμένον εἴη νόημα ὡς ἐπὶ τοῦ ζῶν καὶ τοῦ ὕει, ἐνίοτε δὲ καὶ συνθέτους φωνὰς ἄνευ ῥητέον, ὡς ἐπὶ τῶν ὁρισμῶν εἴρηται. Εἰ δὲ ταῦτα ἀληθῆ λέγομεν, ἐπιστῆσαι χρή, πῶς ὁ φιλόσοφος Συριανὸς τὴν εἰς τέσσαρα γενομένην πρότερον τῶν ὄντων διαίρεσιον τῶν κατὰ εἶναί φησιν, ὅταν ἔλεγεν τὰ μὲν καθ’ ὑποκειμένου ὑποκειμένῳ δὲ μηδενὶ εἶναι καὶ τὰ ἐξῆς, τὴν δὲ εἰς δέκα τῶν ἂνευ συμπλοκῆς. πράφει δὲ ὁ Συριανὸς οὕτως· “διελὼν τὰς σημαντικὰς φωνὰς τε τὰς μετὰ συμπλκῆς λεγομένας καὶ εἰς τὰς ἄνευ συμπλοκῆς κατ’ τὰ τμήματα ταύτης τῆς διαιρέσεως τὴν τῶν ὄντων τομὴν τὴν μὲν γὰρ εἰς τέσσαρα κατὰ τὰς συμπεπλεγμένας φωνάς· ἑκάστη γὰρ ἐκείνων κατὰ συμπλοκὴν ἐδηλοῦτο τῶν φωνῶν· τὴν δὲ εἰς τὸν σύμπαντα ἀριθμόν, ἣν νῦν παραθίδωσιν, κατὰ τὰς ἁπλᾶς φωνάς.” πῶς οὖν τὴν τετραδικὴν ταύτην συμπλοκὴν τῷ τῶν γενῶν ἀσυμπόκῳ ἀντέθηκεν καίτοι τοῦ Ἀριστοτέλους τὴν κυρίως οὐσίαν, ἥτις ἐστὶ τῶν ἀσυμπλόκων, διὰ τῶν τεσσάρων τούτων συμπλοκῶν ὑπογράψαντοσς, ὡς μαθησόμεθα; “οὐσία γάρ ἐστιν, φησίν, ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν”. ὅλως γὰρ τὸ καθόλου καὶ τὸ μερικόν, κἂν δοκῇ τοῦ ποσοῦ εἶναι, ἀλλ’ εἰς πάσας ἀνάγεται τὰς κατηγορίας, ὥσπερ τὸ ἑνικὸν καὶ τὸ πληθυντικόν. διὸ ἄνθρωπος εἴπω, κἂν ἕνα λέγω, οὐ γίνεται σύνθεσις οὖν αὐτοῦ τοῦ Ἀριστοτέλους λέγοντος ἀκούειν, τίνα βουλεται εἶναι τὰ κατὰ συμπλοκήν, ὃτι ταῦτα ὃσα κατάφαιν ποιεῖ, ὣσπερ ἄνευ συμπλοκῆς οὐχ τὸ καθ’ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ ἢ τὰ τούτοις ἀντικείμενα, ἀλλ’ ὅσα κατάφασιν οὐ ποιεῖ. μετὰ γοῦν τὸ ἐν τύποις παρασειγματικοῖς τὰ δέκα γένη παραδοῦναι ἐπάγει· ἕκαστον δὲ τῶν εἰρημένων ἐν καταφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ φασις γίνεται. ἡ δὲ μερικὴ οὐσία ἢ τὸ καθόλου συμβεβηκὸς ἢ ὃλως τι τῶν τεσσάρων ἐκείνων οὒτε κατάφασιν οὔτε ἀπόφασιν καθ’ αὑτὴν ἀλλ’ οὐδὲ ἀλήθειαν ἢ ψεῦδος σημαίνει, ὃπερ εἰς τεκμήριον παρέλαβεν ὁ Ἀριστοτέλης τοῦ τὰ ἁπλᾶ καθ’ αὑτὰ μὴ ποιεῖν ἀποφαντικὸν λόγον· συνελογίσατο γὰρ ὃτι αἱ ἁπλαῖ φωναὶ οὔκ εἰσιν ἀποφαντικὸς λόγος, ὃν συμπλοκὴ εἶπεν γίνεσθαι, μέσον λαβῶν τὸ αληθεύειν καὶ ψεύδεσθαι τῷ μὲν ἀποφαντικῷ λόγῳ ὑπάρχον, ταῖς δὲ άπλαῖς φωναῖς μὴ ύπάρχον. ἐπιστῆσαι δὲ ἂξιον, ὃτι τῆς καταφάσεως μόνης ἐχώρισεν τὰς άπλᾶς φωνάς, ἀλλ’ οὺχὶ καὶ τῆς ἀποφάσεως, εἰπών· ἓκαστον δὲ τῶν εἰρημένων ἐν οὐδεμιᾷ καταφάσει γίνεται, τῇ δὲ πρὸς ἂλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται. τοῦτο δὲ ἐποίησεν, διότι αἱ ἁπλαῖ φωναὶ καταφάσεως ἂν μᾶλλον φαντασίαν ποιήσαιεν ἢ ἀποφάσεως. δέσιν γὰρ καὶ αὖται σημαίνουσιν ὣσπερ αί καταφάσεις, ἀλλ’ οὐκ ἂρσιν ἢ ἀναίρεσιν ὣσπερ αἱ ἀποφάσεις· οὐ γὰρ πρόσκειται τὸ ἀρνητικόν. αἰς οὖν εἰκὸς ἦν αὐτὰς συν- ταχθῆναι δι’ ὁμοιότητα, τούτων αὐτὰς διακρίνει. ἐν οὐδεμιᾷ δὲ κατα- φάσει λέγεσθαι τὰς ἁπλᾶς φωνὰς εἶπεν ὑποσημαίνων τὰς τῶν καταφάσεων διαφοράς· τῶν γὰρ καταφάσεων καὶ ἀποφάσεων αἱ μέν εἱσιν καθόλου, αἱ δὲ ἐν μέρει, αἱ δὲ ἀπροσδιόριστοι. ταῦτα μὲν οὖν καὶ περὶ τῆς λέξεως εἰρήσθω. Εἰ δέ τις ἀπορεῖ, πότερον τὰ αἰσθητὰ μόνα καὶ γενητὰ διεῖλεν ἐν τούτοις ὁ Ἀριστοτέλης καὶ ἀπηριδμήσατο ἢ πάντα τὰ ὁπωσοῦν ὂντα, καὶ ὃλως πότερον ἂλλα ἐστὶ τὰ νοητὰ γένη ἢ τὰ αἰσθητά, ἢ τινὰ μὲν τὰ αὐτά, τινὰ δὲ ἓτερα· καὶ γὰρ εἰ μὲν ἂλλα, παραλέλειπται πάντῃ ἐχεῖνα· εἰ δὲ αὐτά, συνώνυμα ἒσται τὰ αἰσθητὰ τοῖς νοητοῖς· καὶ πῶς ἒσται κοινωνία τῆς αὐτῆς οὐσίας, ἐν οἷς τὸ πρότερον ἒστιν καὶ τὸ ὓστερον, καὶ παράσειγμα, τὸ δὲ εἰκών; εἰ δὲ ὁμωνύμως λέγονται ἐπὶ τῶν νοητῶν αἱ δέκα κατηγορίαι, οὐκ ἒσονται αἱ αὐταί, εἲπερ ὀνόματος μόνου τοῦ αὐτοῦ κοινωνοῦσιν, ἀλλὰ πλείω ἒσται τὰ γένη, ού περιληφθέντων τῶν νοητῶν. ἒτι δὲ πῶς οὐκ ἀπίθανον ἐν ἐκείνοις ἀτρέπτοις οὖσιν εἶναι τὸ πάσχειν καὶ τὰ πρός τι, παραφυάσι ἐοικότα ἐν τοῖς κατὰ τὰ αὐτὰ προηγουμένως ἐστῶσιν; εἰ δὲ μέν ἐστι κοινὰ νοητοῖς καὶ αἰσθητοῖς, τὰ δὲ ἲδια, παραλέλειπται ἡ τούτων διάρθρωσις. ταῦτα μὲν οὖν καὶ ὁ θειότατος Πλωτῖνος ἀπορεῖ καὶ οἱ περὶ τὸν Λούκιον καὶ Νικόστρατον. οἱ δὲ ταῦτα ἀποροῦντες ὑπαλλάττειν ἐοίκασιν τὴν ὑπό|δεσιν. ὡς γὰρ περὶ τῶν ὂντων προηγουμένωνς τοῦ φιλοσόφου διδάσκειν ἐπαγγελλομένου, οὓτως προάγουσιν τὴν ἀπορίαν· λέγομεν δὲ οὐ περὶ τῶν ὂντων ῄ ὂντα ποιούμενος τὸν λόγον, ἀλλ’ εἲπερ ἂρα, ᾖ ὑπὸ τοιῶνδε σημαίνεται φωνῶν, προνγουμένως μὲν περὶ τῶν τῇδε διαλέγεται· ταῦτα γάρ ἐστιν τὰ προσεχῶς ὑπὸ τῶν φωνῶν σημαινόμενα, διότι ταῦτα καὶ ἐγνώσθη πρῶτα καὶ πρῶτα τῶν ὀνομάτων τετύχηκεν, τὰ δὲ νοητὰ ἀθέατα. καὶ οἱ θεασάμενοι δὲ ἀπὸ τῶν αἰσθητῶν ὁρμηθέντες ὅτι ἐχεῖνα κατέλαβόν· διὸ καὶ παρεγκλίνοντες ἒλεγον ἀνθρωπότητα ἢ αὐτοάνθρωπον ἢ πρώτως ἂνθρωπον. ὁ οὖν τῶν ὂντων φιλοθεάμων ἀπὸ τούτων B μεταβαίνοι ἂν ῥᾳθίως ἐπὶ τὰ νοητά, τῇ ἀναλογίᾳ προσχρώμενος. ἐπεὶ ὃτι περὶ τῶν αἰσθητῶν θιαλέγεται, περὶ ὦν καὶ ὁ πολὺς ἂνθρωπος τὴν ἐπίσκεψιν ποιεῖται, δῆλόν ἐστι πρῶτον μὲν ἐκ τοῦ τὴν παρὰ πᾶσι λεγομένην οὐσίαν προχειρίσασθαι, ἒπειτα ἐξ ὧν δυεῖν οὐσίαιν μνηονεύσας, αἰσθητῆς τε διανοητῆς, εἰς δὲ τὴν ὑπὲρ ταύτας μηδὲ ἀνελθὼν ὃλως τὴν αἰσθητὴν κυριωτέραν εἶναι τῆς διανοητῆς φησιν, ὡς ἑν τῷ περὶ τῶν αἰσθητῶν σκέμματι προηγούμενον ἒχουσαν λόγον, ἐν ᾦ καὶ ἡ διανοητὴ οὐσία οὐ αὐτῆς φύσιν θεωρεῖται, ἀλλὰ κατὰ τὴν σχέσιν, ἣν ἒχει πρὸς τὴν καθ’ ἣν καὶ ἡμεῖς ἀπὸ μὲν τῆς αἰσθητῆς εἰς τὴν διανοητὴν ἀναβαίνειν δυνάμεθα, ἀπὸ δὲ τῆς διανοητῆς τὴν αἰσθητὴν καίτοι πολλῆς ἀπειρίας καὶ ἀοριστίας ἀναπλησθεῖσαν ὃρῳ περιλαμβάνομεν. οὐ μόνον δὲ ἐπὶ τῆς οὐσίας, ἀλλὰ καὶ ἐπὶ τῶν ἂλλων κιατηγοριῶν τὰ αἰσθητὰ καὶ μερικὰ τῶν καθόλου καὶ δινοητῶν προτάττειν, καὶ τοῦτο εἰκότως ποιεῖ, κατὰ τὰς σημαντικὰς φωνὰς τὴν διαφορὰν μετιών, αἳ πρώτως καὶ κυρίως ἐπὶ τῶν αἰσθητῶν ἐτάχθησαν καὶ τοῖς πολλοῖς ἀνθρώποις εἰσὶ γνώριμοι, καὶ διὰ τοῦτο, ὡς ἒοικεν, καὶ ἐν τοῖς ἂλλοις τριττὴν τὴν οὐσίαν εἰπών, τὴν μὲν κατὰ τὴν ὓην, τὴν δὲ τατὰ τὸ εἶσος, τὴν δὲ ἰατὰ συναμφότερον, ἐν τούτοις ἐπειδὴ κατὰ τὰς σημαντικὰς λέξεις τὰς τοῖς πολλοῖς γνωρίμους μέτεισι τὴν θεωρίαν, ἡ δὲ ὓλη φιλοσόφου δεῖται διανοίας καὶ τὸ εἶδος τὸ τοιοῦτον ὡς συμβεβηκὸς δοκεῖ τοῖς πολλοῖς. ὃτι δὲ ἡ κατὰ ἀναλογίαν αὓτη μετάβασις ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ ταῦτα προσήκει τῷ Ἀριστοτέλει, δῆλον, εἲπερ ὓλην καὶ εἶδος προϋποθέμενος ἀρχὰς ἐν τοῖς αἰσθητοῖς καὶ ἐν νοητοῖς πάλιν κατὰ ἀναλογίαν τὰς αὐτὰς ἀποφαίνεται εἶναι καὶ ἑτέρας δὲ τῷ τρόπῳ τῆς ὑποστάσεως διαφερούσας. τί οὖν κωλύει καὶ ἐπὶ τῶν γενῶν τὴν κατὰ ἀναλογίαν ταὐτότητα ἐπί τε τῶν νοητῶν καὶ ἐπὶ τῶν αἰσθητῶν μετὰ τῆς ἐτερότητος διασῴζεσθαι; εἰ οὖν θέκα μὲν ἐνταῦδα γένη, δέκα δὲ καὶ ἐν τῷ νοητῷ τὰ αὐτά, ἆρα ὁμώνομος ἢ συνώνυμός ἐστιν ἡ κοινωνία τῶν τῇδε πρὸς ἐκεῖνα; ἢ οὒτε ὁμώνυμος οὒτε ἁπλῶς, ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν. τῇ γὰρ διὰ τῶν μέσων ἐπιπλοκῇ συνέχεια μία συνάγεται τῶν τρώτων τε καὶ τελευταίων γενῶν, ἥτις οὒτε συγχεῖ τὰ ἒνυλα τοῖς ἀύλοις, πεπέρασται γὰρ ἐν τοῖς ἰδίοις ὃροις ἐκάτερα, οὒτε διασχίσει αὐτὰ ἀπ’ ἀλλήλων διὰ τὸ κοινοῖς συδέσμοις συνέχεσθαι καὶ ἐξηρτῆσθαι ἀεὶ τῶν κρειττόνων τὰ κατασεέστερα, ἀλλ’ ἀντὶ τούτων τὴν αὐτὴν κοινωνίαν καὶ συνέχειαν τῶν γενῶν διατείνει, πάντα τοῖς ἀλύτοις δεσμοῖς τῆς ὁμοιότητος τὰ ὃλα συμπεραίνουσα. διὰ τοῦτο καὶ Πλάτων Παρμενίδῃ τὸ ἓν διὰ πασῶν μὲν διατείνει τῶν ὐποθέσεων, εἶτε περὶ εἲτε περὶ νοῦ εἲτε περὶ ψυχῆς ἢ σώματος ὁ λόγος γένοιτο, κατὰ τὴν ἐπὶ πάντα προϊοῦσαν διαφορουμένην κοινότητα. ἀλλὰ πῶς ἐκεῖ τὸ πάσχειν τὰ πρός τι καὶ τὸ κεῖσθαι καὶ τὰ τοιαῦτα; ἢ δυνατὸν μὲν καὶ ταῦτα κατὰ ἀναλογίαν ἐκεῖ θεωρεῖν, εἲπερ μεθέξεις ἀπ’ ἀλλήλων καὶ ἱδρύσεις ἐν ἀλλήλοις καὶ ἐπ’ ἐκείνων εἶναι λέγομεν καὶ τὰ μὲν αἴτια, τὰ δὲ αἰτιατὰ ὑμνοῦμεν. εἰ δέ τις ἂλλως ἀκούων τοῦ πάσχειν καὶ τοῦ πρός τι μὴ θεωρεῖν αὐτὰ ἐν τοῖς νοητοῖς, οὐκ ἀπίθανον λέγειν ὃτι δέκα ὂντων τῶν ὃλων γενῶν ἐν μὲν τοῖς συνθέτοις πάντα ἒστιν, καὶ ἐν τούτῳ τὴν ἐνδεικνυμένοις (καὶ γὰρ ἐν τοῖς μερικωτέροις ἀεὶ πλείονά ἐστιν τὰ κατὰ μερισμὸν πλεοναζομένοις· διόπερ καὶ ἐν τῷ Σωκράτει τὰς δέκα κατηγορίας ὁ Ἀρχύτας ἐπιδείκνυσιν), ἐπὶ μέντοι τῶν νοητῶν οὐ πάντα ὐπάρχει, ἀλλὰ μόνα τὰ τοῖς ἁπλουτάτοις προσήκοντα γένη. καὶ οὐκ ἂν εἲη διὰ τοῦτο ἡ διαίρεσις ἐλλείπουσα τῶν γενῶν· οὐ γὰρ εἲ τινα μὴ μετέχει τῶν ὃλων γενῶν, ἐλλιπὴς ἡ διαίρεσις δείκνυται, ἀλλ’ ἐάν τι τῶν προτεινομένων ἐξω πίπτει τῆς εἰς τὰ δέκα γένη ἀναγωγῆς, τότε ὁ καθόλου λόγος τῶν κκτηγοριῶν ἐνδεῆς ἒσται. |