Ancient Greek · ~2 min
Fragment 726
Simylus Iamb., Fragmenta 726
Not analysed yet
de quinque sensibus
πέντ' εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει·
{ἁφὴν ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν μία}
τούτων ἁπασῶν {ἐστι} κυριωτάτη <μία>,
ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἐστιν σοφός
οὐδ' ἁψ<άμενος οὐδ' ὀσφρ>όμενος οὐδ' εἰσιδὼν
τὸ λυσιτελὲς <>
ἐκ τοῦ δ' ἀκούειν μανθάνειν τε τἀγαθὰ
πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν
ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον
<>
ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον.