Ancient Greek · ~2 min
Fragment 727
Simylus Iamb., Fragmenta 727
Not analysed yet
de arte, natura, opportunitate
οὔτε φύσις ἱκανὴ γίγνεται τέχνης ἄτερ
πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί,
οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη.
τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων
εἰς ταὐτόν, ἔτι δεῖ προσλαβεῖν χορηγίαν,
ἔρωτα, μελέτην, καιρόν, εὐφυῆ χορόν,
κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι.
ἐν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ,
οὐκ ἔρχετ' ἐπὶ τὸ τέρμα τοῦ προκειμένου.
φύσις θέλησις ἐπιμέλει' εὐταξία
σοφοὺς τίθησι κἀγαθούς· ἐτῶν δέ τοι
ἀριθμὸς οὐδὲν ἄλλο πλὴν γῆρας ποιεῖ.