Ancient Greek · ~3 min
1 to 3a
SOCRATES ARGIVUS, Fragmenta 1-3a
Not analysed yet
Οἱ μὲν Ἀρσινόης, οἱ δὲ Κορωνίδος φασὶν αὐτὸν (Ἀσκληπιὸν) εἶναι . . . Καὶ Σωκράτης γόνον Ἀρσινόης τὸν Ἀσκληπιὸν ἀποφαίνει, παῖδα δὲ Κορωνίδος εἰσποιητόν. Ὁ Ἀσκληπιὸς παρὰ Χείρωνι ἐτράφη, ὡς καὶ Σωκράτης ὃ Ἀργεῖός φησιν. Οὕτω περίθυμος ἐγένετο ὁ Ζεὺς, ὥστε ἐνσκῆψαι βέλος διαμπὰξ διʹ ἀμφοτέρων τῶν μαστῶν ἢ τῶν πλευρῶν, ἢ διʹ αὐτοῦ τε τοῦ Ἀσκληπιοῦ καὶ τοῦ ἰατρευθέντος, ὥστε καὶ τὸν Ἀσκληπιὸν ἀναιρεῖσθαι καὶ τὸν ἀναβεβιωκότα· ὁ δὲ Σωκράτης τὸν Ἀσκληπιόν φησι καὶ τὸν διδάξαντα αὐτὸν Χείρωνα. Οὐδεὶς δὲ τούτῳ συμμαρτυρεῖ. Ὁ δὲ Ἡσίοδος Εὐρώπης μέν φησιν αὐτὸν (τὸν Σαρπηδόνα), ὡς Ἑλλάνικος· εἰσὶ δὲ οἳ Λευκάστου (scribe Λυκάστου) καὶ Ἴδης τῆς Κορύβαντος γενεαλογοῦσι μετὰ καὶ Μίνωος καὶ Ῥαδαμάνθυος, καθάπερ Σωκράτης ἐν τοῖς Ἀργολικοῖς.