Ancient Greek · ~6 min
Dfhg-Source dfhg4_SOCRATES_ARGIVUS
SOCRATES ARGIVUS, Fragmenta 4
Not analysed yet
Οὐδενὸς δὲ ἧττον ἔνδοξόν ἐστι τῶν κοινῇ διαπεπραγμένων γυναιξὶν ἔργων ὁ πρὸς Κλεομένη περὶ Ἄργους ἀγὼν, ὃν ἠγωνίσαντο, Τελεσίλλης τῆς ποιητρίας προτρεψαμένης. Ταύτην δέ φασιν οἰκίας οὖσαν ἐνδόξου, τῷ δὲ σώματι νοσηματικὴν, εἰς θεοὺς πέμψαι περὶ ὑγιείας, καὶ χρησθὲν αὐτῇ Μούσας θεραπεύειν, πειθομένην τῇ θεῷ, καὶ ἐπιθεμένην ᾠδῇ καὶ ἁρμονία, τοῦ τε πάθους ἀπαλλαγῆναι ταχὺ, καὶ θαυμάζεσθαι διὰ ποιητικὴν ὑπὸ τῶν γυναικῶν. Ἐπεὶ δὲ Κλεομένης ὁ βασιλεὺς τῶν Σπαρτιατῶν πολλοὺς ἀποκτείνας (οὐ μὴν, ὡς ἔνιοι μυθολογοῦσιν, ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑπτακοσίους πρὸς ἑπτακισχιλίους), ἐβάδιζε πρὸς τὴν πόλιν, ὁρμὴ καὶ τόλμα δαιμόνιος παρέστη ταῖς ἀκμαζούσαις τῶν γυναικῶν ἀμύνεσθαι τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος. Ἡγουμένης δὲ τῆς Τελεσίλλης, ὅπλα λαμβάνουσι, καὶ παρʹ ἔπαλξιν ἱστάμεναι κύκλῳ τὰ τείχη περιέστεψαν, ὥστε θαυμάζειν τοὺς πολεμίους. Τὸv μὲν οὖν Κλεομένη, πολλῶν πεσόντων, ἀπεκρούσαντο· τὸν δὲ ἓτερον βασιλέα, Δημάρατον, ὡς Σωκράτης φησὶν, ἐντὸς γενόμενον καὶ κατασχόντα τὸ Παμφυλιακὸν, ἐξέωσαν. Οὕτω δὲ τῆς πόλεως περιγενομένης, τὰς μὲν πεσούσας ἐν τῇ μάχῃ τῶν γυναικῶν ἐπὶ τῆς ὁδοῦ τῆς Ἀργείας ἔθαψαν, ταῖς δὲ σωθείσαις ὑπόμνημα τῆς ἀριστείας ἔδοσαν ἱδρύσασθαι τὸν Ἐνυάλιον. Τὴν δὲ μάχην οἱ μὲν ἑβδόμῃ λέ- γουσιν ἱσταμένου μηνὸς, οἱ δὲ νουμηνίᾳ γενέσθαι τοῦ νῦν μὲν τετάρτου, πάλαι δὲ Ἑρμαίου παρʹ Ἀργείοις, καθʹ ἣν μέχρι νῦν τὰ Ὑβριστικὰ τελοῦσι, γυναῖκας μὲν ἀνδρείοις χιτῶσι καὶ χλαμύσιν, ἄνδρας δὲ πέπλοις γυναικῶν παὶ καλύπτραις ἀμφιεννύντες. Ἐπανορθούμενοι δὲ τὴν ὀλιγανδρίαν, οὐχ (ὡς Ἡρόδοτος ἱστορεῖ) τοῖς δούλοις, ἀλλὰ τῶν περιοίκων ποιησάμενοι πολίτας τοὺς ἀρίστους, συνῴκισαν τὰς γυναῖκας· ἐδόκουν δὲ καὶ τούτους ἀτιμάζειν καὶ περιορᾶν ἐν τῷ συγκαθεύδειν, ὡς χείρονας. Ὅθεν ἔθεντο νόμον τὸν κελεύοντα, πώγωνα δεῖν ἐχούσας συναναπαύεσθαι τοῖς ἀνδράσι τὰς γεγαμημένας.