Ancient Greek
ζ′.> Σωκράτους.
Socrates Epistulae, Epistulae 1-7
Not analysed yet
Σὲ μὲν οὐ θαυμαστὸν ἐπιστέλλειν ὑπὲρ ὧν γράφεις, τὴν γὰρ αὐτὴν ὑπολαμβάνεις γνώμην ἣν παρόντος σου πρὸς ἡμᾶς εἶχον καὶ νῦν ἀπόντος φυλάττειν ἔτι τοὺς τριάκοντα· ἐμοὶ δὲ συνέβη μετὰ τὴν σὴν ἀποχώρησιν εὐθέως ὑποπτευθῆναι, καί τις λόγος ἐν αὐτοῖς διῆλθεν ὡς οὐ χωρὶς Σωκράτους ταῦτ’ εἴη πεπραγμένα. ἡμέραις δ’ οὐ πολλαῖς ὕστερον ἀνακαλεσάμενοί με εἰς τὴν θόλον ἦγον καὶ περὶ τούτων ἐμέμφοντο, καὶ ἐμοῦ ἀπολογουμένου ἰέναι με ἐκέλευον εἰς Πειραιᾶ καὶ Λέοντα συλλαμβάνειν. ἦν δὲ ἡ γνώμη αὐτῶν ἐκεῖνον μὲν ἀποκτιννύναι καὶ τὰ χρήματα αὐτοὺς ἔχειν, ἐμὲ δὲ κοινωνὸν ποιεῖσθαι τοῦ ἀδικήματος.