Ancient Greek
ϛ′.> Σωκράτους.
Socrates Epistulae, Epistulae 12-2
Not analysed yet
(12) καίτοι ὑπὸ μὲν ἀργυρίου οὐδεὶς βελτίων εἰς τὴν ἡμέραν ταύτην ἱστορεῖται γενόμενος, ὁ δὲ δόκιμος φίλος καὶ ταύτῃ αἱρετώτερος τυγχάνει τοῦ δοκίμου χρυσίου, ὅτι οὐ πᾶσι τοῖς ὀρεγομένοις ἀλλὰ τοῖς βελτίοσι τῶν φίλων ὑπηρετεῖ, οὐδὲ τὰς τοῦ βίου χρείας μόνον ἀλλὰ καὶ τὴν αὐτοῦ τοῦ κεκτημένου ψυχὴν θεραπεύει καὶ εἰς ἀρετῆς λόγον, ἧς χωρὶς οὐδὲν τῶν ἀνθρωπίνων ὀνίνησι, πλεῖστα συμβάλλεται. τὸ μὲν οὖν ἀκριβὲς τούτων πέρι καὶ κατ’ ὄψιν ἐντυχόντες ἀλλήλοις ἐπισκεψόμεθα· πρὸς ἃ δὲ ἐπιζητεῖς νῦν, ἀρκεῖ καὶ διὰ τῶν εἰρημένων ἀποκεκρίσθαι μετρίως.