Ancient Greek · ~2 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.30
Not analysed yet
Ὡς Ἀθανασίου ἐπὶ τῇ κατηγορίᾳ ἀθῴου εὑρεθέντος, οἱ κατήγοροι φυγῇ ἐχρήσαντο. Τούτων οὕτως ἐπὶ Ἀρσενίῳ πραχθέντων, ἐν ἀμηχανίᾳ μὲν οἱ ῥάψαντες τὸν δόλον κατέστησαν: Ἀχαὰβ δὲ, ὁ καὶ Ἰωάννης, ὁ κατήγορος, τοῦ δικαστηρίου διαδὺς ἐν τῷ θορύβῳ διέφυγε. Καὶ οὕτω μὲν ταύτην τὴν κατηγορίαν Ἀθανάσιος ἀπεδύσατο μηδεμιᾷ χρησάμενος παραγραφῇ, ἐθάρρει γὰρ, ὡς καταπλήξει τοὺς συκοφάντας καὶ μόνη τοῦ Ἀρσενίου ἡ ζωή.