Ancient Greek · ~5 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.31
Not analysed yet
Ὅτι τὰς ἐπὶ τῇ δευτέρᾳ κατηγορίᾳ ἀπολογίας Ἀθανασίου μὴ καταδεξαμένων τῶν ἐπισκόπων, Ἀθανάσιος πρὸς τὸν βασιλέα ἀνέδραμεν. Ἐπὶ δὲ ταῖς κατὰ Μακαρίου συκοφαντίαις ταῖς νομικαῖς ἐχρήσατο παραγραφαῖς: καὶ πρῶτον μὲν τοὺς περὶ Εὐσέβιον ὡς ἐχθροὺς παρεγράφετο, φάσκων μὴ δεῖν ἐπὶ ἀντιδίκων κρίνεσθαι: ἔπειτα δὲ καὶ δείκνυσθαι, εἰ ὁ κατήγορος Ἰσχύρας ἀληθῶς πρεσβυτέρου ἔχει ἀξίαν: οὕτω γὰρ καὶ ἐν τῇ κατηγορίᾳ ἐγέγραπτο. Ἐπεὶ δὲ τούτων οὐδένα λόγον οἱ κριταὶ προσεδέξαντο, εἰσήχθη μὲν ἡ κατὰ Μακαρίου δίκη: ἀτονησάντων δὲ τῶν κατηγόρων, ὑπέρθεσιν ἐλάμβανεν ἡ ἀκρόασις, ἐφ̓ ᾧ παραγενέσθαι εἰς τὸν Μαρεώτην τινὰς, ἵνα ἐπὶ τῶν τόπων ζητηθῇ τὰ ἀμφίβολα. Ὡς δὲ Ἀθανάσιος πεμπομένους εἶδεν οὓς παρεγράψατο,—ἐπέμπετο γὰρ Θέογνις, Μαρὶς, Θεόδωρος, Μακεδόνιος, Οὐάλης, Οὐρσάκιος,—ἐβόα σκευωρίαν εἶναι καὶ δόλον τὰ γινόμενα: οὐδὲ γὰρ δίκαιον εἶναι Μακάριον μὲν τὸν πρεσβύτερον ἐν δεσμοῖς εἶναι, τὸν δὲ κατήγορον ἅμα τοῖς ἐχθροῖς δικασταῖς εἶναι, ἐφ̓ ᾧ τε ἐκ μονομεροῦς πρᾶξιν ὑπομνημάτων ποιήσασθαι. Ταῦτα βοῶντος τοῦ Ἀθανασίου, καὶ διαμαρτυρομένου τό τε κοινὸν τῆς συνόδου, καὶ τὸν ἀπὸ ὑπατικῶν Διονύσιον, ὡς οὐδεὶς αὐτοῦ λόγον ἐποιεῖτο, διαλαθὼν ἀνεχώρησεν. Οἱ μὲν οὖν ἀποσταλέντες εἰς τὸν Μαρεώτην ἐκ μονομεροῦς ὑπομνήματα ποιήσαντες, ὡς ἀληθῶς γενομένων ἃ ὁ κατήγορος ἔλεγεν, εἶχον.