Ancient Greek · ~9 min
Book 1
Socrates, Scholasticus, Historia Ecclesiastica 1.38
Not analysed yet
Περὶ τοῦ θανάτου Ἀρείου. Τοιαῦτα μὲν οὖν Ἀλέξανδρος ηὔχετο. Ὁ βασιλεὺς δὲ ἀπόπειραν Ἀρείου ποιήσασθαι βουληθεὶς, ἐπὶ τὰ βασίλεια αὐτὸν μεταπέμπεται, ἠρώτα τε εἰ τοῖς ὅροις στοιχεῖ τῆς ἐν Νικαίᾳ συνόδου. Ὁ δὲ ἑτοίμως μηδὲν μελλήσας ἐπ’ αὐτοῦ ὑπέγραφε τὰ περὶ τῆς πίστεως ὁρισθέντα σοφισάμενος. Καὶ ὁ μὲν βασιλεὺς θαυμάσας καὶ ὅρκον ἐπέφερεν. Ὁ δὲ καὶ τοῦτο σοφιζόμενος ἐποίει: τίνα δὲ τρόπον ἐτεχνάζετο γράφων, ὡς ἤκουσα, ἔστι ταῦτα. Καταγράψας, φησὶν, ὁ Ἄρειος ἐν χάρτῃ ἣν εἶχε δόξαν, ὑπὸ μάλης ἔφερεν: ὤμνυ τε ἀληθῶς οὕτω φρονεῖν ὡς καὶ γεγραφηκὼς εἴη. Τοῦτο μὲν οὖν οὕτω γεγενῆσθαι, ἀκοῇ γράψας ἔχω: ὅτι μέντοι καὶ ὅρκον ἐπέθηκε τοῖς γραφεῖσιν, ἐκ τῶν ἐπιστολῶν τοῦ βασιλέως ἀνελεξάμην. Πιστεύσας δὲ ὁ βασιλεὺς δεχθῆναι αὐτὸν ὑπὸ τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως Ἀλεξάνδρου εἰς κοινωνίαν ἐκέλευσεν. Σαββάτου δὲ ἦν τότε ἡμέρα, καὶ τῇ ἑξῆς προσεδόκα συνάγεσθαι. Δίκη δὲ ἐπηκολούθει τοῖς Ἀρείου τολμήμασιν. Ὡς γὰρ ἐξῆλθε τῆς βασιλικῆς αὐλῆς, ἐδορυφορεῖτο μὲν ὑπὸ τῶν περὶ Εὐσέβιον διὰ μέσης τότε τῆς πόλεως, περίοπτός τε ἦν: καὶ ἐπεὶ ἐγένετο πλησίον τῆς ἐπιλεγομένης ἀγορᾶς Κωνσταντίνου, ἔνθα ὁ πορφυροῦς ἵδρυται κίων, φόβος ἔκ τινος συνειδότος κατεῖχε τὸν Ἄρειον: σύν τε τῷ φόβῳ τῆς γαστρὸς ἐκινεῖτο χαύνωσις: ἐρόμενός τε εἰ ἀφεδρών που πλησίον, μαθών τε εἶναι ὄπισθεν τῆς ἀγορᾶς Κωνσταντίνου, ἐκεῖσε ἐβάδιζεν. Λαμβάνει οὖν λιποθυμία τὸν ἄνθρωπον: καὶ ἅμα τοῖς διαχωρήμασιν ἡ ἕδρα τότε παραυτίκα παρεκπίπτει, καὶ αἵματος πλῆθος ἐπηκολούθει, καὶ τὰ λεπτὰ τῶν ἐντέρων, συνέτρεχε δὲ αἷμα αὐτῷ σπληνί τε καὶ ἥπατι: αὐτίκα οὖν ἐτεθνήκει. Ὁ δὲ ἀφεδρὼν ἄχρι νῦν ἐν τῇ Κωνσταντινουπόλει δείκνυται, ὡς ἔφην, ὄπισθεν τῆς ἀγορᾶς Κωνσταντίνου καὶ τοῦ ἐν τῇ στοᾷ μακέλλου, πάντων τε τῶν παριόντων ἐγειρόντων δάκτυλον κατ̓ αὐτοῦ, ἀειμνημόνευτον τοῦ θανάτου τὸν τρόπον ἀπεργαζόμενος. Τούτου γενομένου φόβος καὶ ἀγωνία κατεῖχε τοὺς περὶ τὸν Νικομηδέα Εὐσέβιον: διέτρεχέ τε ἡ φήμη δἰ ὅλης τῆς πόλεως, ὡς δὲ εἰπεῖν, καὶ τῆς συμπάσης οἰκουμένης. Ὡς δὲ ὁ βασιλεὺς τῷ Χριστιανισμῷ μᾶλλον προσετίθετο, καὶ ἀληθῶς ἐκ Θεοῦ μεμαρτυρῆσθαι τὴν ἐν Νικαίᾳ πίστιν ἔφησεν, εὐφραίνετο ἐπὶ τοῖς γεγονόσι: καὶ ἐπὶ τρισὶν υἱοῖς οὓς Καίσαρας ἀνηγορεύκει, ἕκαστον κατὰ δεκάδα ἐνιαυτῶν τῆς βασιλείας αὐτοῦ, τὸν μὲν πρῶτον ὁμώνυμον ἑαυτοῦ Κωνσταντῖνον τῶν ἑσπερίων μερῶν ἄρχειν καταστήσας ἐν τῇ πρώτῃ δεκάδι τῆς βασιλείας αὐτοῦ. Τῶν δὲ πρὸς τῇ ἑῴᾳ μερῶν τὸν τῷ πάππῳ ἐπώνυμον Κωνστάντιον ἐν τῇ εἰκοσαετηρίδι κατέστησε Καίσαρα: τὸν δὲ νεώτερον Κώνσταντα ἐν τῇ τριακονταετηρίδι τῆς ἑαυτοῦ βασιλείας ἐχειροτόνησεν.