Ancient Greek
Book 2
Socrates, Scholasticus, Historia Ecclesiastica 2.29
Not analysed yet
Περὶ Φωτεινοῦ τοῦ αἱρεσιάρχου. Τότε δὴ καὶ Φωτεινὸς ὁ τῆς ἐκεῖ ἐκκλησίας προεστηκὼς τὸ παρευρεθὲν αὐτῷ δόγμα φανερώτερον ἐξεθρύλει. Διὸ ταραχῆς ἐκ τούτου γενομένης, ὁ βασιλεὺς σύνοδον ἐπισκόπων ἐν τῷ Σιρμίῳ γένεσθαι ἐκέλευσε. Συνῆλθον οὖν ἐκεῖ τῶν μὲν ἀνατολικῶν Μάρκος ὁ Ἀρεθούσιος, Γεώργιός τε ὁ Ἀλεξανδρείας, ὃν οἱ Ἀρειανίζοντες ἔπεμψαν ἀποκινήσαντες Γρηγόριον, ὥς μοι πρότερον εἴρηται, Βασίλειός τε ὁ ἐκβληθέντος Μαρκέλλου τῆς ἐν Ἀγκύρᾳ προεστὼς ἐκκλησίας, Παγκράτιος Πηλουσίου, Ὑπατιανὸς Ἡρακλείας. Τῶν δὲ δυτικῶν, Οὐάλης Μουρσῶν, καὶ ὁ περιβόητος τοῖς τότε ἀνθρώποις Ὅσιος, ὁ τῆς ἐν Ἱσπανίᾳ Κουδρούβης ἐπίσκοπος, ἄκων παρῆν. Οὗτοι μετὰ τὴν ὑπατείαν Σεργίου καὶ Νιγριανοῦ, καθ̓ ὃν ἐνιαυτὸν διὰ τοὺς ἐκ τῶν πολέμων θορύβους οὐδεὶς ὕπατος τὰς συνήθεις ὑπατείας ἐπετέλεσε, συνελθόντες δὲ ἐν Σιρμίῳ, καὶ τὸν Φωτεινὸν τὸ δόγμα Σαβελλίου τοῦ Λίβυος καὶ Παύλου τοῦ Σαμοσατέως φρονοῦντα φωράσαντες, καθεῖλον εὐθύς. Καὶ τοῦτο μὲν ὡς καλῶς καὶ δικαίως γενόμενον πάντες ἐπῄνεσαν καὶ τότε καὶ μετὰ ταῦτα: οἱ δὲ ἐπιμείναντες ἔπραξαν ὅπερ οὐ πᾶσιν ἦν ἀρεστόν.