Ancient Greek · ~9 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.10
Not analysed yet
Περὶ Ἱλαρίου τοῦ Πυκτάβων ἐπισκόπου. Ἐφθάκει δὲ καὶ Ἱλάριος, ὁ Πυκτάβων ἐπίσκοπος, ʽπόλις δὲ αὕτη δευτέρας Ἀκυτανίασ̓, προκαταβεβλημένος τὰ τῆς ὁμοδόξου πίστεως δόγματα τοῖς τε ἐν Ἰταλίᾳ καὶ Γαλλίᾳ ἐπισκόποις: καὶ γὰρ πρότερος τῆς ἐξορίας ἐπανιὼν κατειλήφει τοὺς τόπους. Ἄμφω μὲν οὖν γενναίως τῇ πίστει συνηγωνίσαντο. Ἱλάριος δὲ καὶ ἐλλόγιμος ὢν βιβλίοις τῇ Ῥωμαίων γλώττῃ τὰ τοῦ ὁμοουσίου παρέδωκε δόγματα: δἰ ὧν ἱκανῶς μὲν τούτῳ συνέστη, δυνατῶς δὲ καὶ τῶν Ἀρειανῶν δογμάτων καθήψατο. Ταῦτα μὲν οὖν μικρὸν ὕστερον μετὰ τὴν ἀνάκλησιν τῶν ἐξορισθέντων ἐγένετο. Ἰστέον δὲ, ὅτι κατὰ τόνδε τὸν χρόνον οἱ περὶ Μακεδόνιον καὶ Ἐλεύσιον, Εὐστάθιόν τε καὶ Σωφρόνιον, πάντες ἐκ τοῦ ἑνὸς Μακεδονιανοὶ χρηματίζοντες, συνόδους συνεχῶς ἐν διαφόροις ἐποιοῦντο τόποις. Καὶ συγκαλοῦντες τοὺς ἐν Σελευκείᾳ τῇ αὐτῶν ἀκολουθήσαντας γνώμῃ, τοὺς τοῦ ἑτέρου μέρους ἀναθεμάτιζον, λέγω δὴ τοὺς περὶ Ἀκάκιον, καὶ τὴν ἐν Ἀριμίνῳ πίστιν ἐκβάλλοντες, τὴν ἐν Σελευκείᾳ ἀναγνωσθεῖσαν ἐκύρουν: αὕτη δὲ ἦν ἐν Ἀντιοχείᾳ ἤδη πρότερον ἐκτεθεῖσα, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ πεποιήμεθα μνήμην. Ἐρωτηθέντες γοῦν ὑπό τινων: Ὑμεῖς, φησὶ, οἱ Μακεδονιανοὶ χρηματίζοντες, εἰ ἕτερα φρονεῖτε τοῖς περὶ Ἀκάκιον, πῶς αὐτοῖς ἄχρι νῦν ὡς ὁμοδόξοις ἐκοινωνεῖτε; πρὸς ταύτην τὴν πεῦσιν ἀπεκρίναντο διὰ Σωφρονίου τοῦ Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ ἐπισκόπου τάδε: Οἱ κατὰ τὴν δύσιν, φησὶν, ἐνόσουν τὸ ὁμοούσιον: Ἀέτιος δὲ ἐν τῇ ἀνατολῇ παραχαράξας εἰσήγαγε τὸ κατ̓ οὐσίαν ἀνόμοιον: καὶ ἦν ἔκνομα ἀμφότερα. Οἱ μὲν γὰρ ἀτάκτως τὰς ἰδιαζούσας ὑποστάσεις Πατρὸς καὶ Υἱοῦ συνέπλεκον εἰς ἑνότητα, τῷ τοῦ ὁμοουσίου ὀνόματι, χορδῇ κακίας, δεσμούμενοι. Ὁ δὲ καὶ σφόδρα τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φύσεως διίστα τὴν οἰκειότητα τῷ τοῦ ἀνομοίου κατ̓ οὐσίαν ὀνόματι. Ἀμφοτέρων δὲ εἰς πολλὴν τῶν ἐναντίων πιπτόντων ἀκρότητα, ἡ μέση ἀμφοῖν ὁδὸς ἱκανῶς ἡμῖν ἐφάνη τὴν τῆς ἀληθείας ἔχειν εὐσέβειαν, ὅμοιον λέγουσα τὸν Υἱὸν τῷ Πατρὶ καθ̓ ὑπόστασιν. Τοιαῦτα μὲν οὖν οἱ Μακεδονιανοὶ πρὸς τὴν πεῦσιν διὰ Σωφρονίου ἀπεκρίναντο, καθὰ ὁ Σαβῖνος ἐν τῇ συναγωγῇ τῶν συνοδικῶν φησί. Διὰ δὲ τοῦ μέμψασθαι Ἀέτιον ὡς τοῦ ἀνομοίου ἀρχηγὸν, καὶ μὴ τοὺς περὶ Ἀκάκιον, φαίνονται σοφιζόμενοι τὴν ἀλήθειαν, δοκοῦντες ἐν μέρει τοὺς Ἀρειανοὺς ἐκκλίνειν, ἐν μέρει δὲ τοὺς φρονοῦντας τὸ ὁμοούσιον. Ἐλέγχονται δὲ διὰ τῆς ἰδίας φωνῆς, ὅτι ἀμφοτέρων καινοτομοῦντες ἐξέδυσαν. Τοσαῦτα δὴ καὶ περὶ τούτων λελέχθω.