Ancient Greek · ~3 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.11
Not analysed yet
Ὡς ὁ βασιλεὺς Ἰουλιανὸς χρήματα τοὺς Χριστιανοὺς εἰσεπράττετο. Ὁ μέντοι βασιλεὺς Ἰουλιανὸς κατ̓ ἀρχὰς ἡδὺς τοῖς πᾶσιν φανεὶς, προβαίνων οὐ πᾶσιν ὅμοιος ἐδείκνυτο. Ἀλλ̓ ἔνθα μὲν διαβολή τις κατὰ Κωνσταντίου ἐγίνετο, προθυμότατα τοῖς Χριστιανοῖς τὰς αἰτήσεις παρεῖχεν: ὅπου δὲ μὴ τοῦτο ἦν, τὸ οἰκεῖον μῖσος, ὃ κοινῇ κατὰ πάντων Χριστιανῶν εἶχε, φανερῶς πᾶσιν ἀπεδείκνυεν. Αὐτίκα γοῦν Ναυατιανῶν μὲν τὴν ἐν Κυζίκῳ ἐκκλησίαν ὑπὸ Εὐζωΐου εἰς ἔδαφος καθαιρεθεῖσαν οἰκοδομηθῆναι κελεύει, καταδίκην βαρυτάτην ἐπιθεὶς Ἑλευσίῳ τῷ τῇδε ἐπισκόπῳ, ἢν μὴ ἐντὸς δύο μηνῶν οἰκείοις ἀναλώμασι τὴν οἰκοδομίαν ποιήσηται. Τὸν μέντοι Ἑλληνισμὸν συνεκρότει: καὶ τὰ μὲν ἱερὰ τῶν Ἑλλήνων, ὡς ἔφην, ἠνέῳκτο: θυσίας δὲ ἐπετέλει τῇ Κωνσταντινουπόλεως τύχῃ δημοσίᾳ ἐν τῇ βασιλικῇ, ἔνθα καὶ τὸ τῆς Τύχης ἵδρυται ἄγαλμα.