Ancient Greek · ~4 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.12
Not analysed yet
Περὶ Μάρι τοῦ ἐπισκόπου Χαλκηδόνος. Τότε δὴ καὶ Μάρις, ὁ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος ἐπίσκοπος, χειραγωγούμενος,—ἦν γὰρ δὴ πρὸς τῷ γήρᾳ ὑπόχυσιν ὀφθαλμῶν ὑπομείνας,—πολλὰ τὸν βασιλέα προσελθὼν περιύβρισε, τὸν ἀσεβῆ καλῶν, τὸν ἀποστάτην, τὸν ἄθεον. Ὁ δὲ λόγοις τὰς ὕβρεις ἠμύνετο, τυφλὸν καλέσας. Καὶ οὐκ ἂν, φησὶν, οὐδὲ ὁ Γαλιλαῖός σου Θεὸς θεραπεύσειε σέ. Γαλιλαῖον γὰρ εἰώθει ὁ Ἰουλιανὸς καλεῖν τὸν Χριστὸν, καὶ τοὺς Χριστιανοὺς Γαλιλαίους. Ὁ δὲ δὴ Μάρις παρρησιαίτερον πρὸς τὸν βασιλέα ἀπήντησεν: Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ τυφλώσαντί με, ἵνα μὴ ἴδω τὸ πρόσωπόν σου οὕτως ἐκπεπτωκὸς πρὸς τὴν ἀσέβειαν. Οὐδὲν πρὸς ταῦτα ὁ βασιλεὺς ἀπεκρίνατο: δεινῶς δὲ καὶ τοῦτο μετήρχετο: ἑωρακὼς γὰρ τοὺς ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντας ὑπὸ τῶν Χριστιανῶν τιμωμένους, προθύμως τε σπεύδειν ἐπὶ τὸ μαρτυρῆσαι πολλοὺς ἐπιστάμενος, ὥσπερ αὐτῷ τούτῳ τοὺς Χριστιανοὺς ἀμυνόμενος ἐπὶ ἑτέραν ἐτρέπετο. Καὶ τὴν μὲν ὑπερβάλλουσαν ἐπὶ Διοκλητιανοῦ ὠμότητα ὑπερέθετο: οὐ μὴν πάντῃ τοῦ διώκειν ἀπέσχετο: διωγμὸν δὲ λέγω, τὸ ὁπωσοῦν ταράττειν τοὺς ἡσυχάζοντας. Ἐτάραττε δὲ ὧδε: νόμῳ ἐκέλευε Χριστιανοὺς παιδεύσεως μὴ μετέχειν: ἵνα μὴ, φησὶν, ἀκονώμενοι τὴν γλῶτταν ἑτοίμως πρὸς τοὺς διαλεκτικοὺς τῶν Ἑλλήνων ἀπαντῶσιν.