Ancient Greek · ~9 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.13
Not analysed yet
Περὶ τῆς ταραχῆς ἣν ἐποίησαν οἱ Ἕλληνες κατὰ τῶν Χριστιανῶν. Ἐκέλευε δὲ μηδὲ κατὰ τὰ βασίλεια στρατεύεσθαι τοὺς μὴ βουλομένους καταλιπεῖν μὲν τὸν Χριστιανισμὸν, ἐπὶ τὸ θύειν δὲ τοῖς ἀγάλμασιν ἔρχεσθαι: μήτε μὴν Χριστιανοὺς τῶν ἐπαρχιῶν ἄρχοντας γίνεσθαι, λέγων ὡς κελεύει νόμος μὴ χρῆσθαι ξίφει κατὰ τῶν ἄξια θανάτου πεπλημμεληκότων: πολλοὺς δὲ καὶ κολακείαις καὶ δωρεαῖς ἐπὶ τὸ θύειν προετρέπετο. Αὐτίκα γοῦν, ὡς ἐν χωνευτηρίῳ, οἵ τε ὄντες Χριστιανοὶ καὶ οἱ νομιζόμενοι φανεροὶ πᾶσιν ἐγίνοντο: οἱ μὲν γὰρ ὀρθῇ γνώμῃ Χριστιανίζοντες εὐθυμότεροι τὴν ζώνην ἀπετίθεντο, πάντα μᾶλλον ὑπομένειν ἢ ἀρνεῖσθαι τὸν Χριστὸν αἱρούμενοι. Ἐν τούτοις ἦσαν Ἰοβιανὸς, Οὐαλεντιανός τε καὶ Οὐάλης, οἱ καὶ ὕστερον βασιλεύσαντες: ἕτεροι δὲ ὅσοι μὴ ὀρθῇ γνώμῃ ἐχριστιάνιζον, καὶ ὅσοι τὰ χρήματα καὶ τὴν ἐνταῦθα τιμὴν τῆς ἀληθοῦς εὐδαιμονίας προέκριναν, μηδὲν μελλήσαντες πρὸς τὸ θύειν ἀπέκλινον. Ὧν εἷς ἦν καὶ ὁ Κωνσταντινουπόλεως σοφιστὴς Ἐκηβόλιος: ὅστις τοῖς ἤθεσι τῶν βασιλέων ἑπόμενος, ἐπὶ μὲν Κωνσταντίου διαπύρως Χριστιανίζειν ὑπεκρίνατο, ἐπὶ δὲ Ἰουλιανοῦ γοργὸς Ἕλλην ἐφαίνετο, καὶ αὖθις μετὰ Ἰουλιανὸν Χριστιανίζειν ἤθελε. Ῥίψας γὰρ ἑαυτὸν πρηνῆ πρὸ τῆς πύλης τοῦ εὐκτηρίου οἴκου, Πατήσατέ με, ἐβόα, τὸ ἅλας τὸ ἀναίσθητον. Τοιοῦτος μὲν οὖν κοῦφος καὶ εὐχερὴς Ἐκηβόλιος πρότερόν τε καὶ ὕστερον ἦν. Τότε δὲ ὁ βασιλεὺς Πέρσας ἀμύνεσθαι βουλόμενος, ἀνθ̓ ὧν ἐπὶ Κωνσταντίου τὴν Ῥωμαίων χώραν κατέδραμον, σπουδαίως διὰ τῆς Ἀσίας ἐπὶ τὰ ἑῷα μέρη διέβαινεν. Εἰδὼς δὲ ὅσα πόλεμος ἔχει κακὰ, καὶ ὡς πολλῶν δεῖται χρημάτων καὶ ἄνευ τούτων οὐ κατορθοῦται, πανούργως ἐπενόησε συλλέγειν τὰ χρήματα παρὰ τῶν Χριστιανῶν. Τοῖς γὰρ μὴ βουλομένοις θύειν ἐπέθηκε χρηματικὴν καταδίκην: καὶ ἀπαίτησις κατὰ τῶν ἀληθῶς Χριστιανιζόντων ἐγίνετο σύντονος: ἕκαστος γὰρ κατὰ τὴν ὕπαρξιν ἀναλόγως εἰσέφερε. Καὶ ὁ βασιλεὺς ἐκ τῆς ἀδίκου συλλογῆς τῶν ἀδίκων χρημάτων ταχὺ πλούσιος ἦν: ἐχρῆτο γὰρ τῷ νόμῳ, ὅπου τε μὴ παρῆν, καὶ ὅπου διέβαινε. Τηνικαῦτα καὶ οἱ Ἕλληνες τῶν Χριστιανιζόντων κατέτρεχον: σύρροιά τε τῶν φιλοσοφεῖν λεγόντων ἐγίνετο: καὶ τελετάς τινας συνίστασαν, ὡς καὶ σπλαγχνοσκοπούμενοι παῖδας καταθύειν ἀφθόρους ἄρρενας καὶ θηλείας, καὶ τῶν σαρκῶν ἀπογεύεσθαι. Καὶ ταῦτα ἐποίουν κατά τε τὰς ἄλλας πόλεις, καὶ κατὰ τὰς Ἀθήνας, καὶ κατὰ τὴν Ἀλεξάνδρειαν. Ἔνθα καὶ κατὰ Ἀθανασίου τοῦ ἐπισκόπου σκευωρίαν ποιησάμενοι γνωρίζουσι βασιλεῖ, ὡς λυμαίνοιτο τὴν πόλιν καὶ πᾶσαν τὴν Αἴγυπτον, καὶ δεῖν αὐτὸν ἀπαλλάττειν τῆς πόλεως: κεκίνητό τε κατ̓ αὐτοῦ ἐκ προστάγματος βασιλικοῦ καὶ ὁ Ἀλεξανδρείας ἔπαρχος.