Ancient Greek · ~5 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.14
Not analysed yet
Περὶ τῆς Ἀθανασίου φυγῆς. Ὁ δὲ φεύγει πάλιν, εἰπὼν τοῖς γνωρίμοις, Ὑποσταλῶμεν μικρὸν, ὦ φίλοι: νεφύδριον γάρ ἐστι, καὶ παρέρχεται. Ταῦτα εἰπὼν, εὐθὺς ὡς εἶχε, πλοίῳ διὰ τοῦ Νείλου εἰς τὴν Αἴγυπτον ἔφυγεν: ἐδίωκον δὲ κατόπιν οἱ συλλαβεῖν αὐτὸν σπεύδοντες. Ἐπειδὴ δὲ οὐ πόρρωθεν εἶναι ἐπύθετο τοὺς διώκοντας, οἱ μὲν συνόντες ὡς ἐπὶ τὴν ἔρημον αὖθις φεύγειν ἐκέλευον: ὁ δὲ σοφῇ γνώμῃ χρησάμενος διέφυγε τοὺς διώκοντας. Τοῖς γὰρ διώκουσιν ἐξυποστρέψαντας ἀπαντᾶν συνεβούλευε, καὶ τοῦτο ᾗ τάχος ἐγίνετο: ἐπεὶ δὲ πλησίον τῶν διωκόντων οἱ πρὸ μικροῦ φεύγοντες ἦσαν, οὐδὲν οἱ ζητοῦντες ἠρώτων τοὺς περὶ Ἀθανάσιον, ἢ ποῦ Ἀθανάσιον τεθέανται. Οἱ δὲ ἐγγὺς αὐτοῦ που εἶναἰ ἐμήνυον, καὶ εἰ ἐπισπεύσειεν, οὐκ εἰς μακρὰν αὐτὸν καταλήψεσθαι ἔλεγον. Καὶ οὕτως οἱ μὲν παρατραπέντες συντόνως μάτην ἐδίωκον: ὁ δὲ διαφυγὼν τὴν Ἀλεξάνδρειαν λαθραίως κατέλαβε. Καὶ ἐκεῖ λανθάνων διῆγεν, ἕως οὗ ὁ διωγμὸς ἐπαύσατο. Τοιαῦτα μὲν οὖν μετὰ τοὺς πολλοὺς Χριστιανικοὺς διωγμοὺς καὶ τὰ παῤ Ἑλλήνων κακὰ τὸν Ἀλεξανδρείας ἐπίσκοπον διεδέξατο. Οἱ μέντοι κατὰ τὰς ἐπαρχίας ἄρχοντες, καιρὸν οἰκείου κέρδους τὴν τοῦ βασιλέως θρησκείαν νομίσαντες, πέρα τῶν βασιλικῶν προσταγμάτων τοὺς Χριστιανοὺς κακῶς διετίθεσαν, χρήματα μὲν πλείονα ἢ ἐχρῆν εἰσπραττόμενοι, ἔστι δὲ ὅτε καὶ σωματικὰς τιμωρίας προσάγοντες. Ταῦτα μανθάνων ὁ βασιλεὺς περιεώρα, καὶ τοῖς Χριστιανοῖς περὶ τούτου προσελθοῦσιν αὐτῷ, Ὑμέτερόν ἐστιν, ἔλεγεν αὐτοῖς, πάσχοντας κακῶς ὑπομένειν: τοῦτο γὰρ τοῦ ὑμετέρου Θεοῦ παράγγελμα.