Ancient Greek
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.15
Not analysed yet
Περὶ τῶν ἐν Μηρῷ τῇ πόλει τῆς Φρυγίας ἐπὶ Ἰουλιανοῦ μαρτυρησάντων. Ἐν γοῦν Μηρῷ πόλει τῆς ἐπαρχίας τῆς Φρυγίας ἄρχων ἦν Ἀμάχιος, τὸ τῇδε ἱερὸν ἀνοιγῆναι προστάξας, ἐκκαθαίρεσθαί τε τὸν ἐκ τοῦ χρόνου συναχθέντα ῥύπον ἐκέλευε, καὶ τὰ ἐν αὐτῷ ἀγάλματα ἐπιμελείας ἠξίου. Τοῦτο γινόμενον σφόδρα τοὺς Χριστιανοὺς ἐλύπει. Μακεδόνιος δέ τις, καὶ Θεόδουλος, καὶ Τατιανὸς, ζήλῳ τοῦ Χριστιανισμοῦ τὴν λύπην οὐκ ἤνεγκαν, ἀλλ̓ ἔνθερμον τὸ φρόνημα πρὸς ἀρετὴν κεκτημένοι, νυκτὸς εἰς τὸν ναὸν εἰσπηδήσαντες συντρίβουσι τὰ ἀγάλματα. Τοῦ δὲ ἡγεμόνος ἐπὶ τῷ γεγονότι σφόδρα χαλεπῄναντος, καὶ πολλοὺς τῶν κατὰ τὴν πόλιν ἀναιτίων ἀναιρεῖσθαι σπουδάζοντος, προσφέρουσιν ἑαυτοὺς οἱ αὐθένται τοῦ πράγματος: καὶ μᾶλλον αὐτοὶ ὑπὲρ τῆς ἀληθείας ἀποθνήσκειν ᾑροῦντο, ἤπερ ἰδεῖν ἑτέρους ἀνθ̓ ἑαυτῶν ἀποθνήσκοντας. Τούτους λαβὼν ὁ ἡγεμὼν ὡς ὑπὲρ τοῦ ἀδικήματος τοῦ παῤ αὐτῶν γενομένου διὰ θυσίας ἀπολογεῖσθαι ἐκέλευε: μὴ ποιοῦντας δὲ τοῦτο τιμωρεῖσθαι ἠπείλει. Οἱ δὲ γενναῖοι τὸ φρόνημα ὄντες, μικρὰ τῶν ἀπειλῶν φροντίσαντες, πάνθ̓ ὑπομένειν ἑτοίμως εἶχον: καὶ μᾶλλον θνήσκειν ᾑροῦντο ἢ ταῖς θυσίαις μολύνεσθαι. Τότε δὴ πάσαις βασάνοις ὑποβαλὼν τοὺς ἄνδρας, τέλος ἐσχάραις ἐπιθεὶς, καὶ πῦρ ταύταις ἐπιτεθῆναι κελεύσας, οὕτως ἀπόλλυσιν. Οἱ δὲ τὴν κορωνίδα τῆς ἀνδρίας τηνικαῦτα ἐπέδειξαν, πρὸς τὸν ἡγεμόνα τοιαῦτα εἰπόντες: Εἰ ἐπεθύμησας ὀπτῶν, ὦ Ἀμάχιε, κρεῶν ἀπογεύσασθαι, στρέψον ἡμᾶς καὶ εἰς τὰς ἑτέρας πλευρὰς, ἵνα μὴ εἰς τὴν γεῦσιν ἡμίοπτοι φανῶμέν σοι. Τοῦτον μὲν οὖν τὸν τρόπον οὗτοι τὸν βίον ἐτέλεσαν.