Ancient Greek · ~20 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.16.1
Not analysed yet
Ὡς τοῦ βασιλέως κωλύσαντος τοὺς Χριστιανοὺς Ἑλληνικὴν παίδευσιν μανθάνειν, οἱ Ἀπολινάριοι εἰς τὸ ἐπιγράφειν λόγους ὡρμήθησαν. Ὁ μέντοι τοῦ βασιλέως νόμος, ὃς τοὺς Χριστιανοὺς Ἑλληνικῆς παιδείας μετέχειν ἐκώλυε, τοὺς Ἀπολιναρίους, ὧν καὶ πρότερον ἐμνημονεύσαμεν, φανερωτέρους ἀπέδειξεν. Ὡς γὰρ ἄμφω ἤστην ἐπιστήμονες λόγων, ὁ μὲν πατὴρ γραμματικῶν, σοφιστικῶν δὲ ὁ υἱὸς, χρειώδεις ἑαυτοὺς πρὸς τὸν παρόντα καιρὸν τοῖς Χριστιανοῖς ἀπεδείκνυον. Ὁ μὲν γὰρ εὐθὺς γραμματικὸς ἅτε, τὴν τέχνην γραμματικὴν Χριστιανικῷ τύπῳ συνέταττε: τά τε Μωϋσέως βιβλία διὰ τοῦ ἡρωϊκοῦ λεγομένου μέτρου μετέβαλε, καὶ ὅσα κατὰ τὴν παλαιὰν διαθήκην ἐν ἱστορίας τύπῳ συγγέγραπται. Καὶ τοῦτο μὲν τῷ δακτυλικῷ μέτρῳ συνέταττε, τοῦτο δὲ καὶ τῷ τῆς τραγῳδίας τύπῳ δραματικῶς ἐξειργάζετο: καὶ παντὶ μέτρῳ ῥυθμικῷ ἐχρῆτο, ὅπως ἂν μηδεὶς τρόπος τῆς Ἑλληνικῆς γλώττης τοῖς Χριστιανοῖς ἀνήκοος ᾖ. Ὁ δὲ νεώτερος Ἀπολινάριος, εὖ πρὸς τὸ λέγειν παρεσκευασμένος, τὰ εὐαγγέλια καὶ τὰ ἀποστολικὰ δόγματα ἐν τύπῳ διαλόγων ἐξέθετο, καθὰ καὶ Πλάτων παῤ Ἕλλησιν. Οὕτω μὲν οὖν τῷ Χριστιανισμῷ χρειώδεις φανέντες, τοῦ βασιλέως τὸ σόφισμα διὰ τῶν οἰκείων πόνων ἐνίκησαν. Ἀλλ̓ ἡ πρόνοια τοῦ Θεοῦ κρείσσων ἐγένετο καὶ τῆς τούτων σπουδῆς καὶ τῆς τοῦ βασιλέως ὁρμῆς: ὁ μὲν γὰρ νόμος οὐκ εἰς μακρὰν ἀπέσβη τῷ βασιλεῖ, ὡς προϊόντες δηλώσομεν, τῶν δὲ οἱ πόνοι ἐν ἴσῳ τοῦ μὴ γραφῆναι λογίζονται. Ἀλλ̓ ἐρεῖ τις γοργῶς πρὸς ἡμᾶς ἀπαντῶν, Πῶς φῂς προνοίᾳ Θεοῦ ταῦτα γενέσθαι; τὴν μὲν γὰρ τοῦ βασιλέως ταχεῖαν τελευτὴν λυσιτελῆσαι τῷ Χριστιανισμῷ δῆλον ἐστί: τὸ δὲ παρερρίφθαι τὰ τῶν Ἀπολιναρίων Χριστιανικὰ ποιήματα, καὶ πάλιν τοὺς Χριστιανοὺς τὴν Ἑλλήνων μανθάνειν παιδείαν, οὐκέτι τοῦτο λυσιτελεῖν τῷ Χριστιανισμῷ: πρὸς βλάβης γὰρ εἶναι τὴν Ἑλληνικὴν παιδείαν πολυθεΐαν διδάσκουσαν. Πρὸς ταῦτα οὖν τὰ ὑποπίπτοντα ἡμῖν ὡς οἶόν τε λέξομεν. Ἡ Ἑλληνικὴ παίδευσις οὔτε παρὰ τοῦ Χριστοῦ, οὔτε παρὰ τῶν αὐτοῦ μαθητῶν, ἢ ὡς θεόπνευστος ἐδέχθη, ἢ ὡς ἐπιβλαβὴς ἐξεβλήθη. Καὶ τοῦτο, ὡς ἡγοῦμαι, οὐκ ἀπρονοήτως ἐποίησαν: πολλοὶ γὰρ τῶν παῤ Ἕλλησι φιλοσοφησάντων οὐ μακρὰν τοῦ γνῶναι τὸν Θεὸν ἐγένοντο. Καὶ γὰρ καὶ πρὸς τοὺς ἀπρονοησίαν εἰσάγοντας, οἶον Ἐπικουρείους, ἢ ἄλλως ἐριστικοὺς, μετὰ τῆς λογικῆς ἐπιστήμης γενναίως ἀπήντησαν, τὴν ἀμαθίαν αὐτῶν ἀνατρέποντες. Καὶ διὰ τούτων τῶν λόγων, χρειώδεις μὲν τοῖς τὴν εὐσέβειαν ἀγαπῶσι κατέστησαν, οὐ μὴν τῆς κεφαλῆς τοῦ λόγου ἐκράτησαν, τοῦ μὴ γνῶναι τὸ ἀποκρυπτόμενον ἀπὸ τῶν γενεῶν καὶ ἀπὸ τῶν αἰώνων κατὰ Χριστὸν μυστήριον. Καὶ τοῦθ̓ οὕτως ἔχειν, ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ ἀπόστολος δείκνυσι, δἰ ὧν φησὶν, Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων: διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς: ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε: τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι, γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν. Διὰ τούτων φαίνονται γνῶσιν μὲν ἀληθείας ἔχοντες, ἣν ὁ Θεὸς αὐτοῖς ἐφανέρωσεν, ἔνοχοι δὲ γίνονται, διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν. Οὐκοῦν τὸ μὴ κωλύσαι τὰ Ἑλλήνων μανθάνειν, τῇ γνώμῃ τῶν βουλομένων κατέλιπον. Εἶς μὲν οὖν οὗτος λόγος εἰρήσθω ἡμῖν πρὸς τὸ προκείμενον: ἕτερος δὲ τοιοῦτος. Αἱ θεόπνευστοι γραφαὶ δόγματα μὲν θαυμαστὰ καὶ ὄντως θεῖα διδάσκουσι: καὶ πολλὴν μὲν εὐλάβειαν καὶ βίον ὀρθὸν τοῖς ἀκροαταῖς ἐντιθέασι, πίστιν τε θεοφιλῆ τοῖς σπουδαίοις παρέχουσιν: οὐ μὴν τέχνην διδάσκουσι λογικὴν πρὸς τὸ δύνασθαι ἀπαντᾶν τοῖς βουλομένοις τῇ ἀληθείᾳ προσπολεμεῖν. Σφόδρα δὲ καταπολεμοῦνται οἱ πολέμιοι, ὅταν τοῖς αὐτῶν ὅπλοις χρώμεθα κατ̓ αὐτῶν: τοῦτο δὲ οὐκ ἐνῆν ὑπάρξειν τοῖς Χριστιανίζουσι, δἰ ὧν οἱ Ἀπολινάριοι ἔγραψαν. Τοῦτο καὶ ὁ βασιλεὺς Ἰουλιανὸς σκοπήσας, νόμῳ τοὺς Χριστιανοὺς ἀπέτρεπε τὰ Ἑλλήνων παιδεύεσθαι: εὖ γὰρ ἠπίστατο, ὡς οἱ μῦθοι εὐδιάβολον αὐτοῦ τὴν δόξαν ποιήσουσιν. Ὧν καὶ καταγνοὺς Σωκράτης, ὁ παῤ αὐτοῖς κορυφαιότατος φιλόσοφος, ὡς παραχαράσσων τὰ παῤ αὐτοῖς δαιμόνια κατεκρίθη. Ἄλλως τε παρεγγυῶσιν ἡμῖν ὅ τε Χριστὸς καὶ ὁ τούτου ἀπόστολος, Γίνεσθε τραπεζίται δόκιμοι ὥστε τὰ πάντα δοκιμάζειν, τὸ καλὸν κατέχοντας: προσέχειν δὲ, μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Τοῦτο δὲ οὐκ ἂν πεισόμεθα, εἰ μὴ ὅπλα τῶν πολεμίων κτησαίμεθα, καὶ ἐν τῷ κτᾶσθαι μὴ τὰ τῶν πολεμίων φρονῶμεν, ἀλλὰ τὸ μὲν κακὸν ἐκτρεπόμεθα, τὸ δὲ καλὸν καὶ τὴν ἀλήθειαν ἔχοντες, πάντα προσλαμβάνομεν δοκιμάζοντες: τὸ γὰρ καλὸν, ἔνθα ἂν ᾖ, ἴδιον τῆς ἀληθείας ἐστίν. Εἰ δέ τις ἡμᾶς βιαίως ταῦτα λέγειν νομίζει, σκοπησάτω ὅτι ὁ ἀπόστολος οὐ μόνον οὐ κωλύει μανθάνειν Ἑλληνικὴν παίδευσιν, ἀλλὰ γὰρ φαίνεται καὶ αὐτὸς μὴ ἀμελήσας αὐτῆς, ἕνεκεν τοῦ γνῶναι πολλὰ τῶν εἰρημένων τοῖς Ἕλλησιν. Ἐπεὶ πόθεν ὁρμώμενος ἔλεγε, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαὶ, εἰ μὴ τοὺς Ἐπιμενίδου τοῦ Κρητὸς, ἄνδρος τελεστοῦ, ἀνεγνώκει χρησμούς; ἢ πόθεν ἐγνώκει τὸ, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, εἰ μὴ τὰ Φαινόμενα τοῦ ἀστρονόμου Ἀράτου ἠπίστατο; ἀλλὰ καὶ τὸ, Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, δείκνυσι μὴ ἀνήκοον τῶν Εὐριπίδου δραμάτων τυγχάνοντα. Καὶ τί δεῖ περὶ τούτων μηκύνειν τὸν λόγον; καὶ ἀνέκαθεν, ὡς ἔκ τινος μὴ κεκωλυμένης συνηθείας, οἱ κατὰ τὰς ἐκκλησίας διδάσκαλοι δείκνυνται ἄχρι γήρως τὰ Ἑλλήνων ἀσκούμενοι: τοῦτο μὲν, εὐγλωττίας χάριν καὶ γυμνασίας τοῦ νοῦ: τοῦτο δὲ, καὶ πρὸς τὴν αὐτῶν ἐκείνων κατάγνωσιν, περὶ ὧν ἀπεσφάλησαν. Ταῦτα μὲν οὖν ἕνεκεν τῶν Ἀπολιναρίων ὡς οἶόν τε εἰρήσθω.