Ancient Greek · ~7 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.17
Not analysed yet
Ὡς ὁ βασιλεὺς εἰς Πέρσας μέλλων ἐλαύνειν καὶ ἐν Ἀντιοχείᾳ γενόμενος, ὑπ’ αὐτῶν σκωφθεὶς τὸν Μισοπώγωνα λόγον προσεφώνησε. Ὁ μέντοι βασιλεὺς, πλεῖστα ἐκ τῶν Χριστιανῶν κομισάμενος χρήματα, ἐπὶ Πέρσας τε τὴν σπουδὴν ποιούμενος, τὴν ἐν Συρίᾳ καταλαμβάνει Ἀντιόχειαν. Ἐν ᾗ γενόμενος, τὸ προσόν τε αὐτῷ φιλότιμον καὶ Ἀντιοχεῦσιν ἐπιδεῖξαι βουλόμενος, τὰς τιμὰς τῶν ὠνίων πλέον ἢ ἔδει εἰς ἔλαττον κατεβίβασε, μὴ στοχασάμενος τοῦ καιροῦ, μηδὲ λογισάμενος ὡς παρουσία πολυπληθίας στρατοπέδου τοῖς τε ἐπαρχιώταις ἐξ ἀνάγκης ζημία γίνεται, καὶ τὴν ἀφθονίαν ἐκκόπτει τῶν πόλεων. Διόπερ οἱ μεταβολεῖς καὶ οἱ τῶν ὠνίων κάπηλοι, μὴ ἐνεγκόντες τὴν ἐκ τοῦ βασιλικοῦ προστάγματος ζημίαν, τῆς ἐμπορίας τότε ἀπέσχοντο. Ἐκ δὲ τοῦτο τὰ ὤνια ἀπελείπετο: καὶ τὴν προσβολὴν μὴ ἐνεγκόντες οἱ Ἀντιοχεῖς,—εὐρίπιστοι γὰρ οἱ ἄνθρωποι εἰς ὕβρεις,—μὴ μελλήσαντες, κατὰ τοῦ βασιλέως ἐχώρησαν: κατεβόων τε αὐτοῦ, καὶ ἀπέσκωπτον εἰς τὸν πώγωνα, βαθυγένειος γὰρ ἦν, κείρειν τε ἔλεγον τοῦτον καὶ σχοινία πλέκειν ἐξ αὐτοῦ: τὸ νόμισμά τε αὐτοῦ ταῦρον ἔχειν, καὶ τὸν κόσμον ἀνατετράφθαι. Ὢν γὰρ δὴ ὁ βασιλεὺς πολὺ δεισιδαίμων, ταύρους τε συνεχῶς θύων πρὸς τοῖς βωμοῖς τῶν εἰδώλων, βωμὸν καὶ ταῦρον ἐντυπωθῆναι κεκελεύκει τῷ ἑαυτοῦ νομίσματι. Ἐκ τούτων δὴ τῶν σκωμμάτων εἰς ὀργὴν ἐκπεσὼν ὁ βασιλεὺς διηπείλει πᾶν ποιῆσαι κακὸν τῇ Ἀντιοχέων πόλει: καὶ ἐπὶ Ταρσὸν τῆς Κιλικίας ἐξυποστρέφει: ἐκεῖ τε τὰ ἐπιτήδεια κελεύσας εὐτρεπισθῆναι, ἀπαίρειν ἐσπούδαζεν. Ὅθεν ὑπόθεσιν ἔσχεν ὁ σοφιστὴς Λιβάνιος γράψαι τόν τε πρεσβευτικὸν ὑπὲρ Ἀντιοχέων, καὶ τὸν πρὸς Ἀντιοχεῖς περὶ τῆς τοῦ βασιλέως ὀργῆς. Ἀλλὰ τούτους μὲν τοὺς λόγους φασὶ γράψαντα τὸν σοφιστὴν μηκέτι εἰς πολλοὺς εἰρηκέναι. Ὁ βασιλεὺς δὲ ἀφέμενος ἔργοις τοὺς ὑβρικότας ἀμύνασθαι, τῷ ἀντισκῶψαι τὴν ὀργὴν διελύσατο: τὸν γὰρ πεπονημένον αὐτῷ Ἀντιοχικὸν ἤτοι Μισοπώγωνα λόγον διεξελθὼν, στίγματα διηνεκῆ τῇ Ἀντιοχέων πόλει κατέλιπεν. Περὶ μὲν δὴ τούτων τοσαῦτα εἰρήσθω: λεκτέον δὲ καὶ οἶα τοῖς ἐν Ἀντιοχείᾳ Χριστιανοῖς ὁ βασιλεὺς τότε πεποιήκει.