Ancient Greek · ~3 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.18
Not analysed yet
Ὡς τοῦ βασιλέως χρησμὸν θελήσαντος λαβεῖν, τὸ Δαιμόνιον οὐκ ἀπεκρίνατο εὐλαβηθὲν Βαβυλᾶν τὸν μάρτυρα. Τὰ γὰρ κατὰ τὴν Ἀντιόχειαν ἱερὰ τῶν Ἑλλήνων ἀνοιγῆναι κελεύσας, χρησμὸν λαβεῖν παρὰ τοῦ ἐν Δάφνῃ Ἀπόλλωνος ἔσπευδεν. Ὡς δὲ ὁ ἐνοικῶν τῷ ἱερῷ δαίμων τὸν γείτονα δεδοικὼς, λέγω δὴ Βαβυλᾶν τὸν μάρτυρα, οὐκ ἀπεκρίνατο,—πλησίον γὰρ ἦν ἡ σορὸς ἡ τὸ σῶμα τοῦ μάρτυρος κρύπτουσα,—γνοὺς τὴν αἰτίαν ὁ βασιλεὺς τὴν σορὸν τάχος κελεύει μετοικίζεσθαι. Τοῦτο μαθόντες οἱ κατὰ τὴν Ἀντιόχειαν Χριστιανοὶ, ἅμα γυναιξὶ καὶ νέᾳ ἡλικίᾳ χαίροντες καὶ ψαλμῳδοῦντες ἀπὸ τῆς Δάφνης ἐπὶ τὴν πόλιν μετέφερον τὴν σορόν. Αἱ δὲ ψαλμῳδίαι ἥπτοντο τῶν Ἑλληνικῶν θεῶν, καὶ τῶν πεπιστευκότων αὐτοῖς τε καὶ τοῖς εἰδώλοις αὐτοῖς.