Ancient Greek · ~6 min
Book 3
Socrates, Scholasticus, Historia Ecclesiastica 3.19
Not analysed yet
Περὶ τῆς τοῦ βασιλέως ὀργῆς, καὶ περὶ Θεοδώρου τοῦ ὁμολογητοῦ. Τότε δὴ καὶ τὸ κρυπτόμενον ἦθος τοῦ βασιλέως ἐξηλέγχετο: οὐ γὰρ ἔτι κατεῖχεν ἑαυτὸν ὁ πρώην φιλοσοφεῖν ἐπαγγελλόμενος. Ἀλλ̓ ἐκ τῶν ὀνειδιστικῶν ὕμνων εὐέμπτωτος ἦν εἰς ὀργὴν, ἕτοιμός τε ἦν ταῦτα ποιεῖν τοῖς Χριστιανοῖς, οἶα οἱ περὶ Διοκλητιανὸν πρότερον πεποιήκεισαν. Ἐπεὶ δὲ ἡ κατὰ Περσῶν σπουδὴ οὐ παρεῖχε τῇ προθέσει καιρὸν, κελεύει Σαλουστίῳ τῷ ἐπάρχῳ συλλαβεῖν ἐπὶ τὸ κολάσαι τοὺς μάλιστα σπουδαίους τῶν ψαλμῳδῶν. Ὁ δὲ ἔπαρχος, καίτοι Ἕλλην ὢν τὴν θρησκείαν, τὸ μὲν ἐπίταγμα ἡδέως οὐκ ἐδέξατο: ἀντιλέγειν δὲ οὐκ ἔχων, συλλαμβάνει μὲν πολλοὺς τῶν Χριστιανῶν, καί τινας δεσμωτήριον οἰκεῖν προσέταξεν. Ἕνα δὲ νεανίσκον, ὀνόματι Θεόδωρον, αὐτῷ παρὰ τῶν Ἑλληνιζόντων προσαχθέντα, βασάνοις καὶ διαφόροις κολαστηρίοις ὑπέβαλεν, καταξανθῆναι κατὰ παντὸς κελεύσας τοῦ σώματος: καὶ αὐτὸν τότε ἠφίει τῶν βασάνων, ὅτε μηκέτι ζήσεσθαι ᾤετο. Ἀλλὰ Θεὸς ἦν ὁ σώζων τὸν ἄνδρα: ἐπεβίω γὰρ χρόνον μετ̓ ἐκείνην τὴν ὁμολογίαν πολύν. Τούτῳ τῷ Θεοδώρῳ Ῥουφῖνος, ὁ τῇ Ῥωμαίων γλώσσῃ τὴν ἐκκλησιαστικὴν ἱστορίαν συγγράψας, φησὶ μετὰ ταῦτα χρόνῳ ὕστερον πολλῷ συντετυχηκέναι, καὶ ἠρωτηκέναι, εἰ τυπτόμενος καὶ στρεβλούμενος μεγίστης τῆς ὀδύνης ᾐσθάνετο: τὸν δὲ εἰρηκέναι, βραχεῖαν μὲν αὐτῷ σφόδρα γενέσθαι τὴν ἐκ τῶν βασάνων ὀδύνην: παραστῆναι δέ τινα νεανίσκον, καὶ ἀπομάττειν αὐτοῦ τὸν ἐκ τοῦ ἀγῶνος ἱδρῶτα ἐπιγινόμενον, ἐπιρρωννύειν τε αὐτοῦ τὴν ψυχὴν, καὶ τέρψιν αὐτῷ μᾶλλον ἢ ἀγῶνα τὸν χρόνον τῆς βασάνου ποιεῖν. Καὶ περὶ μὲν τοῦ θαυμαστοῦ Θεοδώρου τοσαῦτα εἰρήσθω. Τότε δὲ παρῆσαν πρέσβεις Περσῶν, αἰτοῦντες ἐπὶ φανεροῖς καταθέσθαι τὸν πόλεμον. Ὁ δὲ αὐτοὺς ἀπέπεμψεν εἰπών, Αὐτόν με ὄψεσθε μετ̓ οὐ πολὺ, καὶ οὐδέν μοι δεήσει πρεσβείας.