Ancient Greek · ~4 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.15
Not analysed yet
Ὡς τοῦ βασιλέως Εὐάγριον καὶ Εὐστάθιον ἐξορίσαντος, οἱ τὰ Ἀρείου φρονοῦντες σφόδρα τοὺς τὸ ὁμοούσιον κρατοῦντας ἐκάκουν. Τούτου δὲ γενομένου, αὖθις ἐξ ἑτέρας ἀρχῆς ἀνεκίνουν οἱ Ἀρειανοὶ τὸν διωγμὸν κατ̓ αὐτῶν. Εἰς γνῶσιν οὖν τοῦ βασιλέως ταχέως ἔρχεται τὰ γινόμενα: εὐλαβούμενός τε μή τις ἐκ τῆς παρατριβῆς τῶν ὄχλων γενομένη στάσις ἀνατρέψῃ τὴν πόλιν, στρατιωτικὴν χεῖρα ἐκ τῆς Νικομηδείας εἰς τὴν Κωνσταντινούπολιν ἔπεμψεν: ἐκέλευσέν τε ἐν ταὐτῷ συλληφθέντας τὸν χειροτονήσαντα καὶ τὸν χειροτονηθέντα ἄλλον ἀλλαχοῦ περιορίζεσθαι. Εὐστάθιος μὲν οὖν ἐν Βιζύῃ τῆς Θρᾴκης πόλει περιωρίζετο: Εὐάγριος δὲ εἰς ἄλλον τόπον ἀπήχθη. Τούτων οὕτω καταπραχθέντων, πλέον οἱ Ἀρειανίζοντες καταθρασυνόμενοι τοὺς τῆς ἐκκλησίας κατέβλαπτον: τύπτοντες, καθυβρίζοντες, κατακλείστους δεσμωτηρίοις ποιοῦντες, χρήμασι ζημιοῦντες, πάντα ἁπλῶς τὰ ἀνήκεστα πράττοντες κατ̓ αὐτῶν. Ἅπερ μὴ φέροντες, ἐπὶ τῷ δεηθῆναι τοῦ βασιλέως ἤρχοντο, εἴ πως δύναιντο μερικῶς γοῦν ἀνεθῆναι τῆς βίας: ἀλλὰ τοῦτο σκεψάμενοι, πολὺ τῆς ἐλπίδος διήμαρτον, ὅτι παρὰ τοῦ ἀδικοῦντος τῶν δικαίων προσεδόκων τυχεῖν.