Ancient Greek · ~7 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.16
Not analysed yet
Περὶ τῶν ἐν τῷ πλοίῳ κατακαέντων ἁγίων πρεσβυτέρων, καὶ περὶ τοῦ διὰ ταῦτα κατὰ μῆνιν Θεοῦ ἐν τῇ Φρυγίᾳ γεγονότος λιμοῦ. Ὡς γὰρ ἐπιλεχθέντες ἄνδρες εὐλαβεῖς τοῦ ἐκκλησιαστικοῦ τυγχάνοντες τάγματος, τὸν ἀριθμὸν ὄντες ὀγδοήκοντα, ὧν ἡγοῦντο Οὐρβανὸς, Θεόδωρος, Μενέδημος, εἰς τὴν Νικομήδειαν παρεγένοντο, καὶ ἱκεσίας ὤρεγον τῷ βασιλεῖ, ἀναδιδάσκοντες τὴν βίαν καὶ ὅσα ὑπέμενον, περιοργὴς γενόμενος ὁ βασιλεὺς τοσοῦτον ἐπέκρυψε τῆς ὀργῆς, ὅσον λαθραίως Μοδέστῳ τῷ ἐπάρχῳ κελεῦσαι συλλαβεῖν καὶ θανάτῳ ζημιῶσαι τοὺς ἄνδρας. Ὁ δὲ τρόπος τοῦ θανάτου ξένος τις ἦν: διὸ καὶ μνήμῃ παραδοθήσεται. Δεδιὼς ὁ ὕπαρχος, μὴ στάσιν ὑπὸ τοῦ πλήθους ἄλογον ὑπομείνῃ ἐν τῷ φανερῷ φονεύων αὐτοὺς, πλάττεται εἰς ἐξορίαν πέμπειν τοὺς ἄνδρας. Τῶν δὲ εὐγενῶς καταδεξαμένων, ὁ ὕπαρχος κελεύει πλοίῳ ἐμβληθέντας ὡς ἐπὶ τὴν ἐξορίαν δῆθεν ἀπάγεσθαι: ἐντειλάμενος τοῖς ναύταις, ἐπειδὰν κατὰ μέσου γένωνται τοῦ πελάγους, ὑφάψαι τὸ πλοῖον: ἵνα τὸν τρόπον τοῦτον ἀποθανόντες μὴ ἕξουσι τοὺς κηδεύοντας. Ταῦτα ἐγίνοντο: καὶ ἀναχθέντες, κατὰ μέσον τε τοῦ Ἀστακηνοῦ πελάγους γενόμενοι, ποιοῦσι τὸ προσταχθέν: εἰς ἕτερόν τε παρεπόμενον ἀκάτιον μεταβάντες ἀπεχώρησαν, τὸ πλοῖον ὑφάψαντες. Συμβὰν δὲ ἄνεμον πνεῖν ἀφηλιώτην σφοδρὸν, ἐξωθεῖται ἐπὶ πολὺ καιομένη ἡ ναῦς: ὥστε τάχιον μὲν τὴν ὁρμὴν ποιεῖσθαι: διαρκέσαι δὲ ἄχρι τοῦ ἐπινείου, ᾧ προσωνυμία Δακίδιζος, κἀκεῖ τελέως σὺν τοῖς ἀνδράσιν ἀναλωθῆναι. Τοῦτο οὐκ ἀτιμώρητον ἔλεγον γεγενῆσθαι πολλοί: λιμὸν γὰρ σύντονον ἐπισυνέβη γενέσθαι περὶ τὰ Φρυγῶν ἔθνη: ὡς ἀνάγκην ἔχειν πρὸς ὀλίγον τῆς χώρας ἀπανίστασθαι τῶν ἐνοικούντων τοὺς πλείονας, καὶ καταφεύγειν ἐπί τε Κωνσταντινούπολιν καὶ ἄλλας ἐπαρχίας. Ἀεὶ γὰρ δὴ Κωνσταντινούπολις, καὶ ἄπειρα τρέφουσα πλήθη, τὰ πολλὰ εὐθηνεῖται, τῷ τε διὰ θαλάσσης ἔχειν τῶν πανταχόθεν ἐπιτηδείων τὴν προσκομιδὴν, καὶ ὅτι ὁ Εὔξεινος Πόντος παρακείμενος ἄφθονον αὐτῇ, ἡνίκα προσδεηθῇ παρέχει τὸν σῖτον.