Ancient Greek
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.17
Not analysed yet
Ὡς ὁ βασιλεὺς ἐν Ἀντιοχείᾳ γενόμενος πάλιν τοὺς τὸ ὁμοούσιον φρονοῦντας ἐδίωκε. Οὐάλης δὲ ὁ βασιλεὺς μικρὰ τῶν ἐκ τοῦ λιμοῦ γενομένων φροντίσας ἐπὶ τὴν Συρίας Ἀντιόχειαν παραγίνεται: διατρίβων τε κατ̓ αὐτὴν ἐπόρθει τοὺς μὴ Ἀρειανίζοντας. Τέλεον γὰρ ἐξελάσας τοὺς τὸ ὁμοούσιον φρονοῦντας τῶν ἐκκλησιῶν σχεδὸν τῶν ἀνατολικῶν πόλεων, οὐκ ἠρκεῖτο τούτῳ, ἀλλὰ καὶ διαφόροις κολαστηρίοις ὑπέβαλλεν. Ἀπώλλυεν δὲ πολλῷ πλείους τῶν πρότερον, διαφόροις μὲν θανάτοις παραδιδοὺς, ἐξαιρέτως δὲ τῷ ποταμῷ.