Ancient Greek
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.18
Not analysed yet
Περὶ τῶν ἐν Ἐδέσῃ γενομένων, τῆς τε τοῦ ὑπάρχου ὕβρεως, καὶ περὶ τῆς τῶν πολιτῶν πίστεως καὶ παρρησίας, καὶ τῆς θεοφιλοῦς γυναικός. Λεκτέον δὲ οἷα καὶ ἐν Ἐδέσῃ τῆς Μεσοποταμίας ἐγίνετο. Ἐν δὲ τῇδε τῇ πόλει Θωμᾶ τοῦ ἀποστόλου μαρτύριόν ἐστι λαμπρὸν καὶ περιφανὲς, συνεχεῖς τε ἐν αὐτῷ συνάξεις ἐπιτελοῦνται διὰ τὴν τοῦ τόπου ἁγιότητα. Τοῦτο ἱστορῆσαι ὁ βασιλεὺς Οὐάλης θελήσας, καὶ μαθὼν πᾶν τῆς αὐτοῦ ἀπεχθεῖς αἱρέσεως εἶναι τῶν συνερχομένων τὸ πλῆθος, λέγεται τῇ χειρὶ πλῆξαι τὸν ὕπαρχον, ὅτι μὴ προὐνόησε ἐξελάσαι κἀκεῖθεν αὐτούς. Ὡς δὲ ὁ ὕπαρχος περιυβρισθεὶς ἕτοιμος ἦν ἄκων ὑπουργεῖν τῇ βασιλέως ὀργῇ,—οὐ γὰρ ἐβούλετο τοσούτων ἀνδρῶν φόνον ἐργάζεσθαι,—λαθραίως δηλοῖ, ὅπως ἂν μηδεὶς ἐν τῷ μαρτυρίῳ καταληφθῇ. Ἀλλὰ προσεῖχεν οὐδεὶς οὐδὲ τῇ συμβουλῇ οὐδὲ τῇ ἀπειλῇ: πάντες γὰρ τῇ ἑξῆς εἰς τὸν εὐκτήριον τόπον συνέρρεον. Ὡς δὲ ὁ ὕπαρχος σὺν χειρὶ πολλῶν στρατιωτῶν ἐπὶ τὸ μαρτύριον ἔσπευδεν, ἐκπληρώσων τὴν τοῦ βασιλέως ὀργὴν, γυνή τις πενιχρὰ, τὸ ἑαυτῆς παιδίον ἐκ χειρὸς ἕλκουσα, ἐπὶ τὸ μαρτύριον ἔτρεχε, καὶ διακόπτει τὸ τάγμα τῶν δορυφορούντων τὸν ὕπαρχον. Ἀγανακτήσας δὲ ὁ ὕπαρχος προσάγεσθαι αὐτῷ τὴν γυναῖκα κελεύει, καὶ φησὶ πρὸς αὐτὴν, Ὦ ταλαίπωρον γύναιον, ποῦ τρέχεις οὕτως ἀκόσμως; ἡ δὲ, Ἔνθα, φησὶ, καὶ οἱ ἄλλοι συντρέχουσι. Ὁ δὲ, Οὐκ ἀκήκοας, ἔφη, ὅτι ὁ ὕπαρχος μέλλει πάντας ἀναιρεῖν οὓς ἂν εὑρίσκῃ; Καὶ ἡ γυνὴ, Ἤκουσα, ἔφη, καὶ διὰ τοῦτο σπεύδω, ὥστε ἐκεῖ εὑρεθῆναι. Καὶ ποῦ τοῦτο τὸ μικρὸν ἕλκεις παιδίον; φήσαντος τοῦ ὑπάρχου, ἡ γυνὴ φησὶν, Ὥστε καὶ αὐτὸ μαρτυρίου καταξιωθῆναι. Ταῦτα ὡς ἤκουσεν ὁ ἀνὴρ, ἐτεκμῄρατο τῶν συνερχομένων τὴν ἀπόνοιαν: καὶ εὐθὺς παραγενόμενος πρὸς τὸν βασιλέα ἐδίδασκεν αὐτὸν, ὡς εἴησαν πάντες ἕτοιμοι ὑπὲρ τῆς αὐτῶν ἀποθνήσκειν πίστεως: καὶ ἄλογον εἶναι εἰπὼν, τοσούτους ἐν βραχεῖ χρόνῳ ἀνελεῖν, παρέπεισε τὸν βασιλέα παύσασθαι τῆς ὀργῆς. Τοῦτον τὸν τρόπον Ἐδεσηνοὶ τὸ μὴ καταπολεμηθῆναι ὑπὸ τοῦ οἰκείου βασιλέως ἐξέφυγον.