Ancient Greek · ~4 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.19
Not analysed yet
Ὡς βασιλεὺς Οὐάλης πολλοὺς ἀνεῖλε στοιχεῖον Θῆτα ἔχοντας ἐν τῇ καταρχῇ τοῦ ὀνόματος, ἔκ τινος νεκυομαντείας τοῦτο φημισθείσης. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ δαίμων τις ἀλάστωρ τῇ τοῦ βασιλέως ὠμότητι ἀπεχρήσατο: ἀνέπεισε γάρ τινας περιεργαζομένους, τίς μετὰ Οὐάλεντα βασιλεύσειεν, νεκυομαντείαν ποιήσασθαι. Οἷστισι μαγικῇ τινὶ μαγγανείᾳ χρωμένοις ἀνεῖλεν ὁ δαίμων οὐ φανερὰ, ἀλλὰ συνήθως λοξά: δείξας τέσσαρα γράμματα, θ καὶ ε καὶ ο καὶ δ, εἰπὼν, ἐκ τούτων ἄρχεσθαι τοὔνομα τοῦ μετὰ Οὐάλεντα βασιλεύσοντος, εἶναι δὲ αὐτὸ σύνθετον. Ἥκει δὲ εἰς τὰς ἀκοὰς τοῦ βασιλέως ἡ τῶν γενομένων φήμη. Καὶ γὰρ οὐ παρεχώρει τὸ μέλλον εἰδέναι Θεῷ, καὶ ποιεῖν ὃ ἐδόκει τῷ πάντα διοικοῦντι καλῶς: ἀλλὰ παρεὶς τὰ τοῦ Χριστιανισμοῦ παραγγέλματα, ὧν ζῆλον ἔχειν ἐνόμιζεν, πολλοὺς ἀπώλλυεν, οὓς τυραννήσειν ὑπώπτευεν. Ἀπεκτίννυντο οὖν Θεόδωροι καὶ Θεόδοτοι καὶ Θεοδόσιοι καὶ Θεόδουλοι, καὶ ὅσοι τούτοις εἶχον ὀνόματα παραπλήσια. Ἐν οἷς καὶ Θεοδοσίολός τις, ἀνὴρ γενναῖος ἐκ τῶν εὐπατριδῶν τῆς Ἱσπανίας καταγόμενος, ἀνῃρεῖτο. Ὑπὸ δὲ τοῦ ἐπικειμένου δέους, πολλοὶ τὰ ἑαυτῶν ὀνόματα μετετίθεσαν, ἀπαρνούμενοι ἃ οἱ γονεῖς τεχθεῖσιν ἐπέθεσαν, ὡς κίνδυνον ἔχοντα. Περὶ μὲν δὴ τούτου τοσαῦτα εἰρήσθω.