Ancient Greek · ~3 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.20
Not analysed yet
Περὶ τῆς Ἀθανασίου τελευτῆς, καὶ Πέτρου προαγωγῆς. Ἰστέον δὲ, ὅτι ἕως περιῆν Ἀθανάσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ἔκ τινος Θεοῦ προνοίας ὑπερέθετο ταράξαι τὴν Ἀλεξάνδρειαν καὶ τὴν Αἴγυπτον ὁ βασιλεὺς, πυνθανόμενος πλεῖστον εἶναι κατ̓ αὐτὴν τὸ πλῆθος τῶν προσκειμένων Ἀθανασίῳ, καὶ ἐκ τούτου ὑφορώμενος, μήποτε, γενομένης κατὰ τὴν Ἀλεξάνδρειαν στάσεως, φύσει τὸ δημῶδες ἔνθερμον ὂν προσβλάψῃ τὰ δημόσια πράγματα. Ὁ δὲ Ἀθανάσιος ἐν ὑπατείᾳ Γρατιανοῦ τὸ δεύτερον καὶ Πρόβου, μετὰ πολλοὺς ἐκείνους τοὺς ὑπὲρ τῆς ἐκκλησίας ἀγῶνας, τὸν τῇδε βίον κατέλειπε, τεσσαράκοντα καὶ ἓξ ἔτη σὺν πολλοῖς κινδύνοις τὴν ἐπισκοπὴν διανύσας, καταλιπὼν εἰς τὸν ἑαυτοῦ τόπον Πέτρον, ἄνδρα εὐλαβῆ καὶ ἐλλόγιμον.