Ancient Greek · ~3 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.21
Not analysed yet
Ὡς Ἀθανασίου τελευτήσαντος, οἱ Ἀρειανοὶ προστάξει τοῦ βασιλέως Οὐάλεντος Λουκίῳ τῷ ὑπ’ αὐτῶν πρότερον χειροτονηθέντι τὰς ἐν Ἀλεξανδρείᾳ παραδόντες ἐκκλησίας τὸν Πέτρον φυλακῇ παρέδοσαν. Εὐθὺς οὖν ἀνεθάρρουν οἱ Ἀρειανίζοντες, τῇ τοῦ βασιλέως αὐχοῦντες θρησκείᾳ: καὶ μηδὲν μελλήσαντες γνωρίζουσι βασιλεῖ κατὰ τὴν Ἀντιόχειαν τότε διάγοντι. Τότε δὴ καὶ Εὐζώϊος ὁ ἐν Ἀντιοχείᾳ τῆς Ἀρειανῆς προεστὼς θρησκείας ἁρπάζει τὸ εὐεπιχείρητον τοῦ καιροῦ: κατασκευάζει τε αὐτὸς κατελθεῖν εἰς τὴν Ἀλεξάνδρειαν, ἐπὶ τῷ παραδοῦναι Λουκίῳ τῷ Ἀρειανῷ τὰς ἐκεῖ ἐκκλησίας. Ταῦτ̓ ἐδόκει καὶ βασιλεῖ: καὶ ᾗ τάχος σὺν δυνάμει βασιλικῇ παρῆν ἐπὶ τὴν Ἀλεξάνδρειαν: καὶ γὰρ Μάγνος ὁ ἐπὶ τῶν βασιλικῶν θησαυρῶν συγκατῆλθεν αὐτῷ. Καὶ βασιλέως πρόσταγμα Παλλαδίῳ τῷ Ἀλεξανδρείας ἐπάρχῳ ἐγέγραπτο, καὶ στρατιωτικὴ χεὶρ ὑπουργεῖν προσετέτακτο: διὸ τὸν μὲν Πέτρον συλλαβόντες, κατάκλειστον πεποιήκασι: τοὺς δὲ ἄλλους κληρικοὺς ἄλλον ἀλλαχῇ διασπείραντες, τὸν Λούκιον ἐνθρονίζουσιν.