Ancient Greek · ~6 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.33
Not analysed yet
Ὅπως οἱ Γότθοι κατὰ Οὐάλεντα ἐχριστιάνισαν. Οἱ πέραν τοῦ Ἴστρου βάρβαροι οἱ καλούμενοι Γότθοι, ἐμφύλιον πρὸς ἑαυτοὺς κινήσαντες πόλεμον εἰς δύο μέρη ἐτμήθησαν: ὧν τοῦ ἑνὸς ἡγεῖτο Φριτιγέρνης, τοῦ δὲ ἑτέρου Ἀθανάριχος. Ἐπικρατεστέρου δὲ τοῦ Ἀθαναρίχου φανέντος, Φριτιγέρνης προσφεύγει Ῥωμαίοις, καὶ τὴν αὐτῶν κατὰ τοῦ ἀντιπάλου ἐπεκαλεῖτο βοήθειαν. Γνωρίζεται ταῦτα τῷ βασιλεῖ Οὐάλεντί: καὶ κελεύει τοὺς ἐνιδρυμένους κατὰ τὴν Θρᾴκην στρατιώτας βοηθεῖν τοῖς βαρβάροις κατὰ βαρβάρων στρατεύουσι: καὶ ποιοῦνται νίκην κατὰ Ἀθαναρίχου πέραν τοῦ Ἴστρου, τοὺς πολεμίους εἰς φυγὴν τρέψαντες. Αὕτη πρόφασις γέγονε τοῦ Χριστιανοὺς γενέσθαι τῶν βαρβάρων πολλούς: ὁ γὰρ Φριτιγέρνης, χάριν ἀποδιδοὺς ὦν εὐηργέτητο, τὴν θρησκείαν τοῦ βασιλέως ἠσπάζετο, καὶ τοὺς ὑφ̓ ἑαυτῷ τοῦτο ποιεῖν προετρέπετο. Διὸ καὶ μέχρι νῦν πλείους οἱ Γότθοι τῆς Ἀρειανῆς θρησκείας ὄντες τυγχάνουσι, τότε διὰ τὸν βασιλέα ταύτῃ προσθέμενοι. Τότε δὲ καὶ Οὐλφίλας ὁ τῶν Γότθων ἐπίσκοπος γράμματα ἐφεῦρε Γοτθικά: καὶ τὰς θείας γραφὰς εἰς τὴν Γότθων μεταβαλὼν, τοὺς βαρβάρους μανθάνειν τὰ θεῖα λόγια παρεσκεύασεν. Ἐπειδὴ δὲ Οὐλφίλας οὐ μόνον τοὺς ὑπὸ Φριτιγέρνην, ἀλλὰ καὶ τοὺς ὑπὸ Ἀθανάριχον ταττομένους βαρβάρους τὸν Χριστιανισμὸν ἐξεδίδασκεν, ὁ Ἀθανάριχος, ὡς παραχαραττομένης τῆς πατρῴου θρησκείας, πολλοὺς τῶν Χριστιανιζόντων τιμωρίαις ὑπέβαλλεν: ὥστε γενέσθαι μάρτυρας τηνικαῦτα βαρβάρους Ἀρεανίζοντας. Ἀλλὰ Ἄρειος μὲν, πρὸς τὴν Σαβελλίου τοῦ Λίβυος δόξαν ἀπαντῆσαι μὴ δυνηθεὶς, τῆς ὀρθῆς ἐξέπεσε πίστεως, πρόσφατον Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ δογματίσας. Οἱ δὲ βάρβαροι ἁπλότητι τὸν Χριστιανισμὸν δεξάμενοι, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως τῆς ἐνταῦθα ζωῆς κατεφρόνησαν. Ταῦτα μὲν περὶ τῶν Χριστιανιζόντων.