Ancient Greek · ~5 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.34
Not analysed yet
Ὡς οἱ Γότθοι ὑφ̓ ἑτέρων βαρβάρων καταπολεμηθέντες τῇ τῶν Ῥωμαίων χώρᾳ προσέφυγον, καὶ ὑπὸ τοῦ βασιλέως προσεδέχθησαν: ὅπερ αἴτιον ἀπωλείας καὶ τῆς Ῥωμαίων ἀρχῆς καὶ αὐτοῦ τοῦ βασιλέως κατέστη. Οὐκ εἰς μακρὰν δὲ οἱ βάρβαροι φιλίαν πρὸς ἀλλήλους σπεισάμενοι, αὖθις ὑφ̓ ἑτέρων βαρβάρων γειτνιαζόντων αὐτοῖς, τῶν καλουμένων Οὕννων, καταπολεμηθέντες, καὶ τῆς ἰδίας ἐξελαθέντες χώρας, εἰς τὴν Ῥωμαίων γῆν καταφεύγουσι, δουλεύειν τῷ βασιλεῖ συντιθέμενοι, καὶ τοῦτο πράττειν ὅπερ ἂν ὁ Ῥωμαίων προστάξειε βασιλεύς. Ταῦτα εἰς γνῶσιν ἥκει τοῦ Οὐάλεντος: καὶ μηδὲν προϊδόμενος, κελεύει τοὺς ἱκετεύοντας οἴκτου τυχεῖν, πρὸς ἓν τοῦτο μόνον οἰκτίρμων γενόμενος. Ἀφορίζει οὖν αὐτοῖς τὰ μέρη τῆς Θρᾴκης, εὐτυχεῖν τὰ μάλιστα ἐπὶ τούτῳ νομίσας: ἐλογίζετο δὲ ὡς εἴη ἕτοιμον καὶ εὐτρεπὲς κτησάμενος κατὰ πολεμίων στράτευμα. Ἤλπιζε γὰρ βαρβάρους Ῥωμαίων φοβερωτέρους ἔσεσθαι φύλακας: καὶ διὰ τοῦτο ἠμέλει τοῦ λοιποῦ τοὺς Ῥωμαίων στρατιώτας αὐξῆσαι. Καὶ τοὺς μὲν ἤδη πάλαι στρατευομένους, καὶ κατὰ τοὺς πολέμους γενναίως ἀγωνισαμένους, ὑπερεώρα: τὸν δὲ συντελούμενον ἐκ τῶν ἐπαρχιῶν κατὰ κώμας στρατιώτην ἐξηργύρισεν, ὀγδοήκοντα χρυσίνους ὑπὲρ ἑκάστου στρατιώτου τοὺς συντελεστὰς ἀπαιτεῖσθαι κελεύσας, οὐ πρότερον τὰς συντελείας κουφίσας αὐτοῖς. Τοῦτο ἀρχὴ γέγονε τοῦ δυστυχῆσαι τότε πρὸς ὀλίγον τὴν Ῥωμαίων ἀρχήν.